1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

ἕνα τὴν οἰκουμένην οἰκοῦντες, οὕτω θαμινὰ παρ' ἀλλήλους βαδίζωμεν, καὶ τῶν παρ' ἑαυτῷ ἕκαστος τῷ πλησίον μεταδιδοὺς εὐκόλως, ἀντιλαμβάνῃ τὰ παρ' ἐκείνου, καὶ μικρὸν τῆς γῆς μέρος κατέχων, ὥσπερ 47.419 ἁπάσης κύριος ὢν, τῶν πανταχοῦ γινομένων ἀπολαύῃ καλῶν· καθάπερ ἐπὶ τραπέζης πλουσίας ἑκάστῳ τῶν δαιτυμόνων τὸ παρατεθειμένον αὐτῷ δόντι τῷ πόῤῥωθεν κατακειμένῳ, τὸ παρ' ἐκείνῳ κείμενον ἀντιλαβεῖν ἔξεστι τὴν χεῖρα μόνον ἐκτείναντα. Εἰ δέ τις καὶ τὰ ἄλλα πάντα ἐπελθεῖν ἐπιχειρήσειε τῷ λόγῳ, εἰς ἄφατον ἐκπεσεῖται μῆκος, καὶ οὐδὲ μικρὸν ἐπελεύσεται μέρος· πῶς γὰρ ἄνθρωπος ὢν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν ἀναμετρεῖν ἐπιχειρῶν; Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν διαφορὰς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις· ἴδε τὴν ἐν τοῖς σπέρμασι ποικιλίαν, τὴν ἐν ταῖς βοτάναις, τὴν ἐν τοῖς ἄνθεσι, τὴν ἐν τοῖς ζώοις τοῖς χερσαίοις, τοῖς ἀμφιβίοις, τοῖς νηκτοῖς· ἐννόησον ὅτι τὰ ὁρώμενα ἅπαντα δι' ἡμᾶς, οὐρανὸς, γῆ, θάλασσα, τὰ ἐν τούτοις ἅπαντα. Καθάπερ γάρ τις βασίλεια ἑαυτῷ λαμπρὰ κατασκευάσας, πολλῷ μὲν ἀποστίλβοντα τῷ χρυσῷ, πολλῇ δὲ λάμποντα τῇ τῶν λίθων αἴγλῃ, οὕτω τὸν κόσμον τεκτηνάμενος ὁ Θεὸς ἤγαγε τὸν ἄνθρωπον βασιλεύοντα πάντων τῶν ἐν αὐτῷ. Καὶ τὸ πολλῷ θαυμασιώτερον, τούτου τοῦ οἴκου οὐκ ἀπὸ λίθων κατασκευάσας τὸν ὄροφον, ἀλλ' ἐξ ἑτέρας ὕλης τιμιωτέρας αὐτὸν συμπηξάμενος, οὐδὲ λυχνίας χρυσῆς φλόγα ἀνάψας, ἀλλ' ἄνωθεν τὰς λαμπάδας ἀφεὶς διατρέχειν τούτου τοῦ οἴκου τὴν στέγην ἐκέλευσεν, ὡς μὴ χρήσιμον μόνον, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἶναι τὴν ἡδονήν· τὸ δὲ ἔδαφος ἀντὶ τραπέζης ἀνῆκε πολυτελοῦς. Καὶ ταῦτα παρέσχε τῷ μηδὲν οὐδέπω ἐπιδειξαμένῳ καλόν. Ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην δωρεὰν ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, οὐδὲ οὕτως ἐστέρησε τῆς τιμῆς, ἀλλ' ἐκβαλὼν μόνον τοῦ παραδείσου, τούτῳ κολάζει, περαιτέρω προβῆναι τὴν ἀγνωμοσύνην κωλύων, καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀναστέλλων ῥοπήν. Ταῦτα δὴ πάντα ἀναλογιζόμενος ὁ Ἀπόστολος, καὶ τούτων πλείονα, ἅτε Πνεύματι θείῳ κινούμενος, τά τε ἐξ ἀρχῆς, τά τε καθ' ἑκάστην ἡμέραν, τά τε εἰς ἕνα ἕκαστον, τά τε εἰς ἅπαντα κοινῇ γινόμενα, καὶ τὰ φανερῶς. καὶ τὰ λάθρα πολλῷ πλείονα ὄντα τῶν φανερῶν, καὶ ἔτι τὰ κατὰ τὴν οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ μέλλοντα ἀγαθὰ, καὶ πάντα ἁπλῶς περισκοπῶν, καὶ πανταχόθεν συλλέγων τοῦ Θεοῦ τὴν ἄφραστον ἀγάπην, καὶ ἐννοήσας, ὥσπερ εἰς πέλαγος ἐμπεσὼν ἀχανὲς, οὕτως ἐμάνθανεν ὅσων καὶ ἡλίκων ὑπεύθυνος ἦν, οὐδὲ τὸ πολλοστὸν ἀποδεδώκει μέρος. ∆ιὸ δὴ ταῦτα ἐφθέγγετο, καὶ τὰ μὲν μικρὰ τῶν ἁμαρτημάτων μετὰ πολλῆς ἐξήταζε τῆς ἀκριβείας, τὰ δὲ κατορθώματα λήθῃ παρέπεμπεν. Ἀλλ' οὐχ ἡμεῖς, οἳ τῶν μὲν πλημμελημάτων, καὶ πολλῶν ὄντων καὶ μεγάλων, οὔτε λόγον, οὔτε μνήμην ποιούμεθα· ἂν δέ τι μικρὸν κατορθώσωμεν, τοῦτο ἄνω καὶ κάτω στρέφομεν, καὶ οὐ πρότερον ἀφιστάμεθα γαυρούμενοι 47.420 καὶ φυσώμενοι, ἕως ἂν καὶ αὐτὸ τὸ μικρὸν διὰ τῆς ἀλαζονείας κενώσωμεν. Ταῦτα καὶ ὁ ∆αυῒδ σκοπῶν ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Οὐ μόνον δὲ, ἀλλὰ καὶ τῆς ἀγνωμοσύνης αὐτοῦ κατηγορῶν, Ἄνθρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

ςʹ. Τοῦτο οἰκέτου εὐγνώμονος, τὰς εἰς τὸ κοινὸν εὐεργεσίας ἰδιοποιεῖσθαι, καὶ ὡς τοῦ παντὸς ὀφειλέτην ὄντα, φροντίζειν καὶ μεριμνᾷν. Ὅπερ καὶ ὁ Παῦλος ἐποίησε καλὸν γὰρ πάλιν αὐτοῦ μνημονεῦσαι, δι' αὐτὸν λέγων τεθνηκέναι τὸν Κύριον· Ὃ γὰρ νῦν ζῶ, φησὶν, ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.