1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

οἱ πατέρες ἡμῶν, περὶ ἑαυτοῦ λέγων ἐπήγαγεν, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Τὸ δὲ τοῦ μέλλοντος ἄδηλον οὕτως εἶχε πρὸ τῶν ὀφθαλμῶν, ὡς λέγειν· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Καὶ ἁμαρτημάτων δὲ οὕτω πολλῶν ὑπεύθυνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ὡς λέγειν· Ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστιν. Ὑμῖν μὲν οὖν τοῖς μεγάλοις ἀρκεῖ καὶ ταῦτα· ἡμῖν δὲ καὶ μετὰ τούτων τῶν φαρμάκων ἐστὶν ἀνάγκη ἰσχυρὰ καὶ ἱκανὴ καθελεῖν τὸ φρόνημα καὶ τὴν ἀλαζονείαν ἅπασαν. Τί δὴ τοῦτό ἐστι; Τὸ τῶν ἁμαρτημάτων πλῆθος, τὸ συνειδὸς τὸ πονηρόν· ὅπερ ἐπειδὰν ἡμῶν ἐπιλάβηται, οὐδὲ ἑκόντας ἀφίησιν ἀρθῆναι πρὸς τὸ ὕψος. ∆ιὸ δὴ δέομαι καὶ ἀντιβολῶ πρὸς τῆς παῤῥησίας αὐτῆς, ἧς διὰ τῶν κατορθωμάτων ἐκτήσω πρὸς τὸν Θεὸν, χεῖρα ἡμῖν ὀρέξαι συνεχῶς δεομένοις, ὥστε δυνηθῆναι καὶ πενθῆσαι τὸν φόρτον τῶν τοσούτων κακῶν κατ' ἀξίαν, καὶ πενθήσαντας ἐπιλαβέσθαι τινὸς ὁδοῦ φίλης, καὶ πρὸς τὸν οὐρανὸν φερούσης ἡμᾶς, ἵνα μὴ ἀπελθόντες εἰς τὸν ᾅδην, ἔνθα οὐδεὶς ἐξομολογεῖσθαι δύναται, τὰ τῶν ἠτιμωμένων πάθωμεν, οὐδενὸς ἡμᾶς ἐξαιρουμένου λοιπόν. Ἕως μὲν γὰρ ἂν ἐνθάδε ὦμεν, καὶ ἡμεῖς παρ' ὑμῶν μεγάλα καρπώσασθαι δυνησόμεθα, καὶ ὑμεῖς ἡμᾶς εὐεργετῆσαι τὰ μέγιστα· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, ἔνθα μήτε φίλος, μήτε ἀδελφὸς, μήτε πατὴρ ἐπαρκέσαι δυνήσεται, μήτε παραστῆναι κολαζομένοις ἡμῖν, ἀνάγκη λοιπὸν ἐν ἀπορίᾳ καὶ σκότῳ βαθεῖ καὶ πολλῇ τῶν παραμυθησομένων ἐρημίᾳ τὴν ἀθάνατον τίνειν δίκην, ἀνάλωτον τροφὴν τῇ παμφάγῳ γινομένους φλογί.