1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

8

ἡμᾶς, ἀλλὰ διὰ τὸν διάβολον γέγονεν· ἡ βασιλεία δὲ ἡμῖν ηὐτρέπισται καὶ παρεσκεύασται πάλαι. Καὶ ταῦτα ἀμφότερα ὑποδεικνὺς ἔλεγεν τοῖς μὲν ἐκ δεξιῶν· «∆εῦτε, φησίν, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῖς δὲ ἐξ εὐωνύμων· «Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον», οὐκ ἔτι «ὑμῖν» ἀλλὰ «τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Οὕτως οὐ δι' ἡμᾶς ἡ γέεννα γέγονεν, ἀλλὰ δι' ἐκεῖνον καὶ τοὺς ἀγγέλους αὐτοῦ· ἡ δὲ βασιλεία πρὸ καταβολῆς αἰῶνος ἡμῖν παρεσκεύασται. Μὴ τοίνυν ἀναξίους ἑαυτοὺς τῆς εἰσόδου τοῦ νυμφῶνος κατασκευάσωμεν· ἕως μὲν γὰρ ἂν ὦμεν ἐνθάδε, κἂν μυρία ἁμάρτωμεν, ἔνεστιν ἅπαντα ἀπολούσασθαι μετάνοιαν τῶν ἁμαρτηθέντων ἐπιδειξαμένους ἀξίαν· ἡνίκα δὲ ἂν ἀπαχθῶμεν ἐκεῖ, οὐδ' ἂν σφοδροτάτην ἐπιδειξώμεθα τὴν μετάνοιαν, ἔσται τι πλέον λοιπόν, ἀλλὰ κἂν τοὺς ὀδόντας βρύχωμεν, κἂν κοπτώμεθα, κἂν μυρία παρακαλῶμεν, οὐδὲ ἄκρῳ τις ἐπιστάξει τῷ δακτύλῳ φλεγομένοις ἡμῖν, ἀλλ' ἀκουσόμεθα ταῦτα, ἅπερ καὶ ὁ πλούσιος ἐκεῖνος τότε, ὅτι· «Χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται.» Ἀνανήψωμεν οὖν ἐνταῦθα, παρακαλῶ, καὶ τὸν ∆εσπότην ἐπιγνῶμεν τὸν ἑαυτῶν, ὡς ἐπιγνῶναι χρή. Τότε γὰρ μόνον ἀπογνῶναι δεῖ τὴν ἀπὸ τῆς μετανοίας ἐλπίδα ὅταν ἐν τῷ ᾅδῃ γενώμεθα· ἐκεῖ γὰρ μόνον τοῦτο τὸ φάρμακον ἀσθενές· ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν. ∆ιὸ καὶ ὁ διάβολος πάντα κινεῖ ἵνα τὸν τῆς ἀπογνώσεως ἐν ἡμῖν ῥιζώσῃ λογισμόν· οἶδε γὰρ ὅτι, κἂν μικρὸν μετανοήσωμεν, οὐκ ἀμισθὶ τοῦτο πράξομεν, ἀλλ' ὥσπερ ὁ τὸ ποτήριον τὸ ψυχροῦν ἐπιδοὺς ἀποκειμένην ἔχει τὴν ἀμοιβήν, οὕτω καὶ ὁ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ἕξει τὴν ἀντίδοσιν. Οὐδὲν γὰρ ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται παρὰ τοῦ θεοῦ, τοῦ δικαίου κριτοῦ. Εἰ γὰρ τὰ ἁμαρτήματα μετὰ τοσαύτης ἐξετάζεται τῆς ἀκριβείας, ὡς καὶ ῥημάτων καὶ ἐνθυμημάτων τίνειν τιμωρίας ἡμᾶς, πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μεγάλα ᾖ, κἂν μικρά, λογισθήσεται κατ' ἐκεῖνον ἡμῖν τὸν καιρόν. Ὥστε κἂν μὴ πρὸς αὐτὴν τὴν ἀκρίβειαν πάλιν ἐπανελθεῖν δυνηθῇς, ἀλλὰ τὸ τυχὸν γοῦν τῆς παρούσης νόσου καὶ ἀσελγείας ἀποστήσῃς σαυτόν, οὐδὲ τοῦτο ἔσται ἀνόνητον· μόνον ἀρχὴν ἐπίθες τῷ πράγματι, καὶ τὴν εἰς τοὺς ἀγῶνας εἴσοδον ἄνοιξον· ἕως δ' ἂν ἔξω μένῃς εἰκότως δύσκολον καὶ ἄπορον τοῦτό σοι φαίνεται. Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητά, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς· ὅταν δὲ ἐν αὐτοῖς διὰ τῆς πείρας γενώμεθα καὶ κατατολμήσωμεν, τὸ πλέον τῆς ἀγωνίας ἐξίσταται, καὶ τὸ θαρρεῖν ἀντὶ τοῦ τρέμειν καὶ ἀπογινώσκειν ἐπεισελθὸν ἐλαττοῖ μὲν τὸν φόβον, αὔξει δὲ τὴν εὐμάρειαν καὶ τὰς χρηστὰς ἐλπίδας ἰσχυροτέρας ποιεῖ.

9 ∆ιὰ τοῦτο καὶ τὸν Ἰουδὰν ἀπήγαγεν ἐνθένδε ὁ πονηρός, ἵνα μὴ τῆς προσηκούσης λαβόμενος ἀρχῆς ἐπανέλθῃ διὰ τῆς μετανοίας ὅθεν ἐξέπεσεν. Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγό μενον, οὐδὲ ἐκεῖνο τὸ παράπτωμα μεῖζον εἴποιμ' ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν. ∆ιὸ δὴ δέομαι καὶ ἀντιβολῶ, πᾶσαν τὴν σατανικὴν ἔννοιαν ἐξορίσαντά σε τῆς ψυχῆς, ἐπὶ τὴν σωτηρίαν ταύτην ἐλθεῖν. Εἰ μὲν γὰρ ἀθρόως καὶ ὁμοῦ πρὸς ἐκείνην σε πάλιν τὴν κορυφὴν ἀναβῆναι ἐκέλευον, εἰκότως ἂν ἐδυσχέραινες, ὡς πολλῆς τῆς δυσκολίας οὔσης ἐν τούτῳ· εἰ δὲ τοσοῦτον ἀπαιτῶ μόνον νῦν, ὅσον μὴ προσθεῖναι τοῖς παροῦσι κακοῖς, ἀλλὰ στάντα ἐνταῦθα τὴν ἐναντίαν ὑποστρέψαι πάλιν, τίνος εἵνεκεν ὀκνεῖς καὶ ἀναδύῃ καὶ εἰς τοὐπίσω καθέλκεις σαυτόν; Οὐχ ἑόρακας τοὺς ἐν τρυφῇ καὶ μέθῃ καὶ ἁδηφαγίᾳ, καὶ τῇ λοιπῇ τελευτήσαντας χλευασίᾳ τοῦ βίου; Ποῦ νῦν εἰσιν οἱ μετὰ πολλοῦ μὲν τοῦ τύφου, πολλῶν δὲ ἀκολούθων σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, οἱ τὰ σηρικὰ ἐνδεδυμένοι καὶ μύρων πνέοντες καὶ παρασίτους τρέφοντες καὶ τῇ σκηνῇ