1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

9

προσηλωμένοι διὰ παντός, ποῦ τούτων ἡ φαντασία ἐκείνη νῦν; Οἴχεται. Ἡ τῶν δείπνων πολυτέλεια, ἡ τῶν μουσικῶν πληθύς, ἡ τῶν κολάκων θεραπεία, ὁ γέλως ὁ πολύς, ἡ τῆς ψυχῆς ἄνεσις, ἡ τῆς διανοίας διάχυσις, ὁ βίος ὁ ὑγρὸς καὶ ἀνειμένος καὶ περιττός, ποῦ νῦν; Ἀπέπτη πάντα ἐκεῖνα. Τί γέγονε τὸ τοσαύτης θεραπείας ἀπολαῦον σῶμα καὶ καθαρότητος; Ἄπιθι πρὸς τὴν σορόν, θέασαι τὴν κόνιν, τὴν τέφραν, τοὺς σκώληκας, τοῦ λοιποῦ τὸ εἰδεχθές, θέασαι καὶ στέναξον πικρόν. Καὶ εἴθε μέχρι τῆς τέφρας ἡ ζημία ἦν· νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκολήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὴν διηνεκῆ θλῖψιν καὶ τὴν στενοχωρίαν. Ἐλθὲ καὶ ἐπὶ τὴν παραβολὴν τὴν τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, ὃς τοσούτων χρημάτων κύριος ὢν καὶ πορφύραν ἐνδιδυσκόμενος οὐδὲ σταγόνος ὕδατος κύριος γέγονεν, καὶ ταῦτα ἐν ἀνάγκῃ τοσαύτῃ καθεστώς. Τί τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διακεῖται; Καθάπερ γὰρ οἱ τὰ μέταλλα ἐργαζόμενοι ἢ καὶ ἑτέραν τινὰ τίνοντες κόλασιν ταύτης χαλεπωτέραν, ὅταν ὑπὸ τῶν πολλῶν μόχθων ἐκείνων καὶ τῆς πικροτάτης ζωῆς ἀπονυστάξαντες ἴδωσιν ἐν τρυφαῖς καὶ εὐθηνίαις ἑαυτούς, οὐδεμίαν μετὰ τὸ διεγερθῆναι τοῖς ὀνείρασιν ἴσασιν χάριν· οὕτω καὶ ὁ πλούσιος ἐκεῖνος, καθάπερ ἐν ὀνείρῳ τῷ παρόντι βίῳ πλουτήσας, μετὰ τὴν ἐνθένδε ἀποδημίαν, τὴν πικρὰν ἐκείνην ἐκολάζετο κόλασιν. Ταῦτα ἐννόησον· καὶ τὸ πῦρ ἀντιστήσας ἐκεῖνο τῷ κατέχοντί σε νῦν, τῷ τῶν ἐπιθυμιῶν ἐμπρησμῷ, ἀπαλλάγηθι τῆς καμίνου ποτέ. Ὁ μὲν γὰρ ταύτην ἐνθάδε ἀποσβέσας καλῶς, οὐδὲ ἐκείνης λήψεται πεῖραν, εἰ δέ τις ταύτης μὴ περιγένοιτο, σφοδρότερον αὐτὸν ἀπελθόντα ἐνθένδε καθέξει τότε ἐκείνη. Πόσον βούλει σοι παραμεῖναι τοῦ παρόντος βίου τὴν ἀπόλαυσιν χρόνον; Ἐγὼ μὲν γὰρ οὐκ οἶμαί σοι πλέον ἢ πεντήκοντα ἔτη λείπεσθαι, ὥστε πρὸς ἔσχατον γῆρας ἐλθεῖν, μᾶλλον δὲ οὐδὲ τοῦτό που δῆλόν ἐστιν ἡμῖν· οἱ γὰρ μηδὲ μέχρι τῆς ἑσπέρας ὑπὲρ τῆς ζωῆς θαρρεῖν ἔχοντες τῆς ἑαυτῶν, πῶς ἂν ὑπὲρ τοσούτων διισχυρίσαιντο ἐτῶν; Καὶ οὐ τοῦτο μόνον ἐστὶν ἄδηλον, ἀλλὰ καὶ τὸ τῆς τῶν πραγμάτων μεταβολῆς· πολλάκις γὰρ τῆς ζωῆς εἰς χρόνον ἐκταθείσης μακρόν, οὐ συνεξετάθη τὰ τῆς τρυφῆς, ἀλλ' ὁμοῦ καὶ ἐπέστη καὶ ἀπεπήδησεν. Πλὴν ἀλλ' εἰ βούλει, κείσθω τῷ λόγῳ καὶ ζήσεσθαί σε ἔτη τοσαῦτα καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολήν, τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας καὶ τὰς κολάσεις τὰς ἀπορρήτους καὶ ἀφορήτους ἐκείνας; Ἐνταῦθα μὲν γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ χαλεπὰ τέλος ἔχει, καὶ τοῦτο τάχιστον· ἐκεῖ δὲ ἀθανάτοις ἀμφότερα παρεκτείνεται αἰῶσιν, καὶ τῇ ποιότητι δὲ τοσοῦτον τῶν νῦν διενήνοχεν, ὅσον οὐδὲ ἔστιν εἰπεῖν.

10 Μὴ γὰρ ἐπειδὴ πῦρ ἤκουσας, τοιοῦτον εἶναι νομίσῃς ἐκεῖνο τὸ πῦρ· τοῦτο μὲν γάρ, ὅπερ ἂν λάβῃ, κατέκαυσεν καὶ ἀπήλλαξεν, ἐκεῖνο δὲ τοὺς ἅπαξ κατασχεθέντας κάει διὰ παντὸς καὶ οὐδέποτε παύσεται. ∆ιὰ τοῦτο καὶ ἄσβεστον εἴρηται. Καὶ γὰρ καὶ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδύσασθαι δεῖ, οὐ πρὸς τιμὴν ἀλλ' ὥστε διηνεκὲς ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης· τοῦτο δὲ ὅσον ἐστὶ τὸ δεινόν, ὁ μὲν λόγος οὐκ ἂν ἰσχύσειεν παραστῆσαί ποτε, ἀπὸ δὲ τῆς πείρας τῶν μικρῶν δυνατὸν βραχεῖάν τινα ἔννοιαν τῶν μεγάλων ἐκείνων λαβεῖν. Εἰ γάρ ποτε ἐν βαλανείῳ γένοιο σφοδρότερον ἐκκεκαυμένῳ τοῦ δέοντος, τότε μοι τὸ τῆς γεέννης ἐννόησον πῦρ, καὶ εἴ ποτε πάλιν ὑπὸ πυρετοῦ καταφλεχθείης σφοδροῦ πρὸς ἐκείνην τὸν νοῦν τὴν φλόγα μετάστησον καὶ τότε δυνήσῃ διαστεῖλαι καλῶς. Εἰ γὰρ βαλανεῖον καὶ πυρετὸς οὕτως ἡμᾶς θλίβει καὶ θορυβεῖ, ὅταν εἰς τὸν ποταμὸν τοῦ πυρὸς ἐμπέσωμεν ἐκεῖνον, τὸν ἑλκόμενον πρὸ τοῦ βήματος τοῦ φοβεροῦ, πῶς διακεισόμεθα; Ἆρα βρύξομεν τοὺς ὀδόντας ὑπὸ τῶν πόνων καὶ τῶν ἀλγηδόνων τῶν ἀφορήτων ἐκείνων, ὁ δὲ ἐπαμύνων ἔσται οὐδείς, ἀλλ' οἰμώξομεν μεγάλα σφοδρότερον ἐπιτιθεμένης ἡμῖν τῆς φλογός· ὀψόμεθα δὲ οὐδένα, πλὴν τῶν κολαζομένων σὺν ἡμῖν καὶ τῆς ἐρημίας τῆς πολλῆς. Τί ἄν τις εἴποι τὰ ἀπὸ τοῦ