1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

13

αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ. Καὶ γὰρ ὁ οὐρανὸς σαλευθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς Κυρίου Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.» Καὶ πάλιν· «Θυρίδες, φησίν, ἐκ τοῦ οὐρανοῦ ἀνοιχθήσονται καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς, ταραχῇ ταραχθήσεται ἡ γῆ· ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· κλινομένη κλιθήσεται ἡ γῆ· σάλῳ σαλευθήσεται ἡ γῆ· ὡς ὁ μεθύων καὶ ὡς ὁ κραιπαλῶν σεισθήσεται, ὡς ὀπωροφυλακίον ἡ γῆ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ' αὐτὴν ἡ ἀνομία. Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς· καὶ συνάξει συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσει εἰς ὀχύρωμα.» Καὶ ὁ Μαλαχίας συνῳδὰ τούτοις φθεγγόμενος ἔλεγεν· «Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; ∆ιότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρύσιον.» Καὶ πάλιν· «Ἰδού, φησίν, ἡμέρα ἔρχεται Κυρίου καιομένη ὡς κλίβανος καὶ καταφλέξει αὐτοὺς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες τὰ ἄνομα ὡς καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ῥίζα οὐδὲ κλῆμα.» Ὁ δὲ ἀνὴρ τῶν ἐπιθυμιῶν· «Ἐθεώρουν, φησίν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. Κριτήριον ἐκάθισεν καὶ βίβλοι ἀνεῴχθησαν.» Εἶτα μετὰ μικρόν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη αὐτῷ, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται· Ἔφριξεν τὸ πνεῦμά μου, ἐγὼ ∆ανιήλ, ἐν τῇ ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάρασσόν με.» Τότε ἀναπετάννυνται πᾶσαι τῶν οὐρανίων ἁψίδων αἱ πύλαι, μᾶλλον δὲ καὶ αὐτὸς ἐκ μέσου λαμβάνεται ὁ οὐρανός, καθάπερ τινὸς σκηνῆς παραπέτασμα συστελλόμενον ἐκ τοῦ μέσου, ὥστε μετασχηματισθῆναι ἐπὶ τὸ βέλτιον. Τότε πάντα ἐκστάσεως γέμει καὶ φρίκης καὶ τρόμου. Τότε καὶ αὐτοὺς πολὺς ἔχει τοὺς ἀγγέλους ὁ φόβος, οὐκ ἀγγέλους δὲ μόνον, ἀλλὰ καὶ ἀρχαγγέλους καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας· «Σεισθήσονται γάρ, φησίν, αἱ δυνάμεις τῶν οὐρανῶν», διὰ τὸ τοὺς ὁμοδούλους ἀπαιτεῖσθαι τὰς εὐθύνας τῆς ἐνθάδε ζωῆς. Καὶ μὴ θαυμάσῃς.

13 Εἰ γὰρ πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόντων πεφρίκασιν αἱ λοιπαὶ καὶ αἱ κινδύνων ἐκτός, τῆς οἰκουμένης ἁπάσης δικαζομένης ὑπὸ τοιούτου κριτοῦ, οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πράξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτοῖς καὶ τοῖς ἀμύνουσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς ἅπασαν κλονεῖσθαι δύναμιν. Εἰ γὰρ καὶ μὴ ποταμὸς εἵλκετο πυρός, μηδὲ ἄγγελοι παρειστήκεισαν φοβεροί, μόνον δὲ καλούμενοι τῶν ἀνθρώπων οἱ μὲν ἐπῃνοῦντο καὶ ἐθαυμάζοντο, οἱ δὲ παρεπέμποντο ἀτιμῶς, ἵνα μὴ ἴδωσιν τὴν δόξαν τοῦ θεοῦ, καὶ τοῦτο μόνον ἡ κόλασις ἦν, ἆρα οὐκ ἂν πάσης γεέννης πικρότερον ἡ ἐκ τῶν τοσούτων ἔκπτωσις ἀγαθῶν τὰς τῶν ἀπεστερημένων ἔδακνεν ψυχάς; Τοῦτο γὰρ ὅσον κακόν, νῦν μὲν οὐ δυνατὸν παραστῆσαι τῷ λόγῳ, τότε δὲ ἐπὶ τῶν πραγμάτων