1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

22

τολμηθεῖσιν, εἵπετο πρὸς τὸ ὄρος αὐτῷ· καὶ ἀφιγμένων ἐκεῖ, δεῖται τἀνδρὸς ἐν οἰκίσκῳ τε αὐτὸν καθεῖρξαι ἑτέρῳ καὶ τὰς θυρίδας ἀποκλείσαντα τοῦ δωματίου ἄρτον αὐτῷ παρέχειν καὶ ὕδωρ δι' ἡμερῶν, καὶ τοῖς ἐπιζήτουσιν αὐτὸν ἠξίου λέγειν ὅτι κεκοίμηται. Καὶ ταῦτα εἰπὼν καὶ πείσας, καθεῖρξεν ἑαυτόν, καὶ ἦν ἐκεῖ διαπαντὸς νηστείαις καὶ δεήσεσιν καὶ δάκρυσι τὸν τῆς ἁμαρτίας ῥύπον ἀποσμήχων τῆς ψυχῆς. Χρόνου δὲ παρελθόντος οὐ μακροῦ καὶ αὐχμοῦ τὴν πλησίον χώραν κατακαίοντος καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι' ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν. Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὑρόντες ἐκεῖ, περὶ ἐκείνου ἐρωτῶντες ἔμαθον ὅτι τέθνηκεν, νομίσαντες δὲ ἠπατῆσθαι εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον, καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς· οὐδὲ γὰρ τεθνηκέναι αὐτὸν ἀλλὰ ζῆν διισχυρίζοντο. Ταῦτα ἀκούσας ἐκεῖνος καὶ τὰς συνθήκας ἐξεληλεγμένας ἰδὼν ἀπάγει πρὸς τὸν ἅγιον αὐτοὺς ἐκεῖνον καὶ διελόντες τὸν τοῖχον, καὶ γὰρ καὶ τὴν εἴσοδον ἔτυχεν ἀποφράξας, καὶ εἰσελθόντες ἅπαντες τῶν ποδῶν αὐτοῦ προκαλινδούμενοι καὶ τὰ γεγενημένα ἀπαγγέλλοντες παρεκάλουν αὐτὸν ἐπαμῦναι τῷ λιμῷ. Ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἀντέτεινε· πόρρω ταύτης αὐτὸν εἶναι λέγων τῆς παρρησίας. Καὶ γὰρ ὡς εὐθέως γεγενημένην τὴν ἁμαρτίαν, οὕτω πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεί· ὡς δὲ τὰ συμβάντα αὐτοῖς ἅπαντα διηγήσαντο, τότε ἔπεισαν εὔξασθαι, καὶ εὐξάμενος ἔλυσεν τὸν αὐχμόν. Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου τοῦ Ζεβεδαίου γενόμενον μαθητήν, ὕστερον δὲ ἐπὶ πολὺν λῃσταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν ἁγίων τοῦ μακαρίου θηρευθέντα χειρῶν ἀπὸ τῶν καταδύσεων καὶ σπηλαίων τῶν λῃστρικῶν καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα ἀρετήν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ' οἶσθα ἡμῶν οὐχ ἧττον· καὶ σοῦ πολλάκις θαυμάζοντος ἤκουσα τοῦ μακαρίου τὴν συγκατάβασιν τήν τε ἄλλην ἐπιείκειαν καὶ ὅτι τὴν αἱμαχθεῖσαν πρῶτον ἐφίλησεν δεξίαν τῷ νέῳ περιχυθείς, καὶ οὕτως αὐτὸν ἐπὶ τὰ πρότερα ἐπανήγαγεν.

20 Καὶ ὁ μακάριος δὲ Παῦλος οὕτω τὸν Ὀνήσιμον, τὸν ἄχρηστον, τὸν δραπέτην, τὸν κλέπτην, τοῦτον οὐ μόνον αὐτὸς περιπλέκεται ἐπειδὴ μετεβάλετο, ἀλλὰ καὶ τὸν δεσπότην ἀξιοῖ ἐν ἴσῃ τῷ διδασκάλῳ τὸν μετανοήσαντα ἀγαγεῖν τιμῇ, οὑτωσὶ λέγων· «Παρακαλῶ σε, φησίν, περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου Ὀνήσιμον, τόν ποτε σοι ἄχρηστον, νῦν δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα πρὸς σέ· σὺ δὲ αὐτόν, τουτέστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ' ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, υἱὸν ἀγαπητόν, μάλιστα ἐμοί· πόσῳ δὲ μάλλον σοί, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ; Εἰ μὲν οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ὁ αὐτὸς ἔλεγεν· «Μή πως ἐλθὼν πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων.» Καὶ πάλιν «Ὡς προείρηκα καὶ πάλιν λέγω ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Ὁρᾷς τίνας πενθεῖ, καὶ τίνων οὐ φείδεται; οὐ τῶν ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων. Τὸ γὰρ προείρηκα καὶ πάλιν λέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν γράφω, οὐδὲν ἕτερον ἢ τοῦτο αἰνίττεται, ὅπερ δέος μὴ καὶ ἐφ' ἡμῶν γένηται. Νυνὶ γὰρ εἰ καὶ μὴ Παῦλος πάρεστιν, ὁ τότε Κορινθίοις ἀπειλῶν, ἀλλ' ὁ Χριστὸς πάρεστιν, ὁ τότε δι' ἐκείνου λαλῶν· κἂν ἐπιμένωμεν ἀνενδότως ἔχοντες, οὐ φείσεται ἡμῶν, ἀλλὰ πατάξει πληγὴν μεγάλην καὶ ἐνταῦθα κἀκεῖ·