1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

25

τὰ διαφθαρέντα ἀνακτήσασθαι δυνήσῃ πάλιν, καὶ ἑτέραν αὐτοῖς προσθεῖναι φορὰν οὐ μικράν. Ἀλλ' ἅπερ ἅπαντα λογισάμενος ἀποτίναξαι τὸν χοῦν, ἀναστῆθι ἀπὸ τῆς γῆς, καὶ φοβερὸς ἔσῃ τῷ ἀνταγωνιστῇ. Αὐτὸς μὲν γάρ σε κατέβαλεν, ὡς οὐκ ἀναστησόμενον λοιπόν· ἂν δὲ ἴδῃ πάλιν τὰς χεῖρας ἀνταίροντά σε, ἀπροσδοκήτως πληγείς, ὀκνηρότερος ἔσται πρὸς τὸ ὑποσκελίσαι πάλιν. Τί λέγω; Καὶ αὐτὸς ἀσφαλέστερος ἔσῃ πρὸς τὸ μηκέτι τραῦμα τοιοῦτο λαβεῖν. Εἰ γὰρ αἱ τῶν ἄλλων ἡμᾶς ἱκαναὶ παιδεῦσαι συμφοραί, πολλῷ μᾶλλον ἃς ὑπεμείναμεν αὐτοί. Ὅπερ καὶ ἐπὶ τῆς σῆς προσδοκῶ ταχέως ὄψεσθαι κεφαλῆς, καὶ πάλιν τῇ τοῦ θεοῦ ῥοπῇ φαιδρότερόν σε γενέσθαι καὶ τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετήν, ὡς καὶ ἑτέρων προστῆναι ἐκεῖ· μόνον μὴ ἀπογνῷς, μηδὲ ἀναπέσῃς. Τοῦτο γάρ σοι καὶ παρὰ πάντα λόγον καὶ ὅπου δ' ἂν ἴδω καὶ ὅπου δ' ἂν ἀπίω καὶ διεγερῶν οὐ παύσομαι ἐπιστέλλων· κἂν τοῦτο ἀκούσῃς, οὐκέτι δεήσῃ φαρμάκων ἑτέρων.