1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

5

αὐτόν.» Πῶς οὖν αὐτὰ ἔγνωμεν ἡμεῖς, ὦ Παῦλε; τίς ὁ μηνύσας καὶ δῆλα καταστήσας αὐτὰ τὰ ἀθέατα, τὰ ἀνήκουστα, τὰ εἰς καρδίαν ἀνθρώπου μὴ ἀναβάντα; 3.9 Εἰπὲ καὶ δεῖξον τίς ὁ τοσαύτην ἡμῖν γνῶσιν κομίσας. «Ἡμῖν δὲ, φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ.» Εἶτα ἵνα μή τις νομίσῃ ὅτι ταῦτα μόνον ἐπίσταται, ἅπερ ἀπεκάλυψεν ἡμῖν ὁ Θεὸς δι' αὐτοῦ, οὐχὶ δὲ καὶ πᾶσαν ἔχει τὴν γνῶσιν, ἐπήγαγε· «Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ ἄνθρωπος αὐτὸς οἶδε τὰ ἑαυτοῦ καὶ ἃ βουλεύεται καὶ ἐν διανοίᾳ ἔχει, μετὰ ἀκριβείας ἐπίσταται πάντα, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μετὰ ἀκριβείας οἶδε τοῦ Θεοῦ τὴν ἀπόρρητον γνῶσιν ἅπασαν. 3.10 Εἰπὼν τοίνυν· «Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ» οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν ἄνω κτίσιν ἅπασαν τῆς ἀκριβοῦς ταύτης ἐξέβαλε γνώσεως. ∆ιὸ καὶ σοφός τις παραινεῖ λόγος· «Χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.» 3.11 Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲ ταῦτα ἅπερ ἔχεις, οἴκοθεν μαθὼν ἔχεις ἅπαντα, οὐδὲ ἤρκεσέ σοι ἡ φύσις πρὸς τὴν τῶν ἁπάντων εἴδησιν, ἀλλ' ἄνωθεν τῶν πλειόνων ἔλαβες τὴν γνῶσιν· πολλῷ γὰρ μείζονα ἦν ἢ ὥστε τῇ συνέσει καταληφθῆναι τῇ σῇ. Τί τοίνυν οἴκοθεν φιλονεικεῖς τὰ βαθύτερα ἐρευνᾶν, ὅταν καὶ αὐτῶν ὧν οἶδας πολλὰ ὑπερβαίνῃ σου τὴν φρόνησιν καὶ ταῦτα ἑτέρωθεν ἔχῃς; 3.12 Τοῦτο καὶ ὁ Παῦλος παραδηλῶν ἔλεγε· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Παῦσαι τοίνυν ὀψὲ γοῦν ποτε τῆς τοσαύτης φιλονεικίας καὶ ἀνέχου τῆς σοφωτάτης συμβουλῆς ἐκείνης τῆς λεγούσης· «Μὴ εἴπῃς· Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται.»

4.t Κεφ. δʹ. Ὅτι καὶ ὁ προφήτης Μωυσῆς τὴν περιεργίαν τὴν

ἐπισφαλῆ ἐν προοιμίοις τοῦ βιβλίου δι' ἑνὸς ἀνεῖλε ῥήματος 4.1 ∆ιὰ γάρ τοι τοῦτο, ἐπειδὴ πᾶσα ἡ κτίσις ἐγένετο καὶ τὸν οἰκεῖον κόσμον

ἀπέλαβε καὶ τὸ παναρμόνιον τοῦτο καὶ παράδοξον καὶ πολλῆς γέμον ἐκπλήξεως ἔργον εἰς μέσον προὔκειτο, ἔμελλον δὲ πολλοὶ τῶν ἀνοήτων καὶ μαινομένων ἐπιλαμβάνεσθαι τῶν γενομένων, ὅρα πῶς προαναστέλλων αὐτῶν τὴν ἄκαιρον κρίσιν καὶ μανιώδη ψῆφον, ἑνὶ ῥήματι πᾶσαν ἀναίσχυντον ἐνέφραξε γλῶσσαν ὁ νομοθέτης εἰπών· «Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» 4.2 Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις ἦν οὐχὶ φῶς μόνον, ἀλλὰ καὶ σκότος· οὐ καρποὶ μόνον, ἀλλὰ καὶ ἄκανθαι· οὐ δένδρα ἥμερα, ἀλλὰ καὶ ἄγρια· οὐχ ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι καὶ φάραγγες· οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἑρπετὰ ἰοβόλα· οὐκ ἰχθύες μόνον, ἀλλὰ καὶ κήτη· οὐχ ἥμερα πελάγη, ἀλλὰ καὶ ἄπλωτος θάλασσα· 4.3 οὐχ ἥλιος μόνον καὶ σελήνη καὶ ἄστρα, ἀλλὰ καὶ κεραυνοὶ καὶ πρηστῆρες· οὐκ ἄνεμοι μόνον προσηνεῖς, ἀλλὰ καὶ καταιγίδες· οὐ περιστεραὶ μόνον καὶ ὄρνιθες ᾠδικοὶ, ἀλλὰ καὶ ἰκτῖνες καὶ ἱέρακες καὶ γῦπες καὶ ἕτερα ἀνθρωποφάγα ζῷα· οὐ πρόβατα καὶ βόες, ἀλλὰ καὶ λύκοι καὶ παρδάλεις καὶ λέοντες· οὐκ ἔλαφοι καὶ λαγῳοὶ καὶ δορκάδες, ἀλλὰ καὶ σκορπίοι καὶ ἔχεις καὶ δράκοντες· καὶ ἐν βοτάναις δὲ οὐχὶ σωτήρια μόνον φυτά, ἀλλὰ καὶ δηλητήρια, καὶ πολλοὶ ἐκ τούτων σκανδαλίζεσθαι ἔμελλον καὶ αἱρέσεις τίκτειν. 4.4 Μετὰ τὸ γενέσθαι τὰ γενόμενα καὶ τὸν οἰκεῖον ἕκαστον ἀπολαβεῖν κόσμον, καθ' ἕκαστον δείκνυσι τὸν δημιουργὸν ἐπαινοῦντα τὸ γεγενημένον, μᾶλλον δὲ καθ' ἕνα αὐτῶν καὶ κοινῇ πάντα, ἵνα τὴν ἐκείνου κρίσιν μαθών, κἂν σφόδρα τις ἰταμὸς καὶ ἀναίσχυντος ᾖ, μηδὲν περιεργάζηται λοιπὸν τῶν