1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

8

αὐτῆς, ἀλλ' ἐπειδὴ τοῦτο μᾶλλον τῶν ἄλλων ἐξαίρετον μέτρον ἀγάπης γνώριμον εἶχε-τὸ μέντοι φίλτρον τοῦ Θεοῦ πολλῷ μεῖζον ἐκείνου-, ἐπήγαγεν· «Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος.» 6.5 Εἶδες πῶς ὑπερέβη τῆς μητρὸς τὸ μέτρον; Καὶ ἵνα μάθῃς ὅτι ἐκ πολλοῦ τοῦ περιόντος ὑπερέβη καὶ μητρὸς φιλοστοργίαν καὶ πατρὸς περὶ παῖδας πόθον, ὁ μὲν προφήτης φησί· «Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.» Καὶ αὐτὸς δὲ πάλιν ταύτην εἰσάγει τὴν εἰκόνα τῆς ἀγάπης· ᾔδει γὰρ ταύτην τῶν ἄλλων ἔχουσάν τι ἐξαίρετον. 6.6 Ὁ δὲ καὶ προφητῶν καὶ πάντων ∆εσπότης δηλῶν ὅτι καὶ ταύτης τὸ μέτρον ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει τοῦ Θεοῦ ἡ κηδεμονία καὶ ὅσον τοῦ φωτὸς τὸ μέσον ἐστὶ πρὸς σκότος καὶ πονηρίας πρὸς ἀγαθότητα, τοσοῦτον τὸ μέτρον τῆς τοῦ Θεοῦ χρηστότητος καὶ προνοίας πρὸς 6.7 τὴν πατρικὴν φιλοστοργίαν, ἄκουε τί φησι·»Τίς ἐστιν ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν», δεικνὺς ὅτι ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς τῶν πατέρων κηδεμονίας ἐστὶν ἀνωτέρα. 6.8 Ταῦτα δὲ εἶπον τὰ ὑποδείγματα ἵν', ὅταν ἑτέρας ἐπαγάγω φίλτρου εἰκόνας, μὴ μέχρι τοῦ μέτρου τοῦ λεγομένου παρὰ τῶν προφητῶν στήσῃς τὴν διάνοιαν, ἀλλ' ἔχων τὸν κανόνα τοῦτον ὑπερβῇς τῷ λογισμῷ περαιτέρω καὶ ἴδῃς τῆς ἀγάπης αὐτοῦ τὴν ἄφατον ὑπερβολήν. Οὐδὲ γὰρ ἀρκεῖται τοῖς τῆς φύσεως μέτροις, ἀλλ' ἀφεὶς αὐτὰ καὶ ὑπερακοντίσας καὶ ἕτερα πάλιν προστίθησιν ὑποδείγματα. 6.9 Τοιοῦτος γὰρ ὁ φιλῶν· διὰ πλειόνων βούλεται δεικνύναι τοῦτο τῷ φιλουμένῳ· ὃ δὴ καὶ αὐτὸς ποιεῖ εἰς τοπικῶν διαστημάτων μέγεθος ἐξάγων τὸν λόγον, οὐχ ἵνα πάλιν τοσοῦτον αὐτοῦ νομίσῃς τὸ φίλτρον, ἀλλ' ἐπειδὴ τοῦτο μόνον τὸ μέτρον τῶν διαστημάτων τῶν ἄλλων ἐξαίρετον καὶ γνώριμον ἦν τοῖς ἀκούουσι. 6.10 Καὶ διὰ μὲν τοῦ ∆αυΐδ φησι· «Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν» καὶ· «Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν», διὰ τοῦ Ἡσαΐου δέ· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου, ὡς αἱ ὁδοὶ ὑμῶν· ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματά μου ἀπὸ τῶν διανοημάτων ὑμῶν.» Ταῦτα δὲ ἔλεγεν, ἀνωτέρω περὶ ἀφέσεως ἁμαρτημάτων διαλεχθεὶς καὶ εἰπών· «Ὅτι ἐπὶ πολὺ ἀφήσω τὰς ἀνομίας ὑμῶν.» 6.11 Εἶτα δεικνὺς πόσον, ἐπήγαγε τοῦτο τὸ ὑπόδειγμα· καὶ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλ' εἰς ἑτέραν παχυτέραν καταφέρει τὸν λόγον εἰκόνα. Ἐν γὰρ τῷ Ὠσηὲ ἔλεγε· «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; ὩςἈδάμα θήσομαι σε καὶ ὡς Σεβοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συνεταράχθη ἡ μεταμέλειά μου.» 6.12 Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲ τὸ ῥῆμα ἤνεγκα τῆς ἀπειλῆς, φησί. Καὶ ἀνθρωπίνως μὲν διαλέγεται, οὐχ ἵνα τι ἀνθρώπινον ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα ἀπὸ τῆς παχυτάτης λέξεως θεοπρεπῆ τὴν ἀγάπην καὶ γνησίαν καὶ ἀκατάλυτον νοήσῃς. 6.13 Ὥσπερ γάρ τις μανικῶς τινος ἐρῶν, οὐδὲ μέχρι ῥημάτων αἱρεῖται λυπῆσαι τὸν ἐρώμενον, οὕτω δὴ καὶ αὐτός φησιν· Ἐπειδὴ μόνον εἶπον, καὶ ἐλύπησα τῇ λέξει· «Μετεστράφη ἡ καρδία μου ἐν ταὐτῷ.» Οὐδὲ γὰρ τὰς βαρυτάτας ταύτας παραιτεῖται εἰκόνας παράγειν, ἵνα δείξῃ τὸ φίλτρον, ὅπερ μάλιστα ἐρῶντός ἐστι. 6.14 Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ περαιτέρω πρόεισι πάλιν, ἕτερον βαθύτερον ἐπάγων ὑπόδειγμα καὶ λέγων· «Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί», ὅτι μάλιστα ἐν ἀρχῇ θερμότεροι οἱ ἐρῶντές εἰσιν. Οὕτω δὲ εἴρηται, οὐχ ἵνα τι ἀνθρώπινον ὑποπτεύσῃς-πάλιν γὰρ τὰ αὐτὰ λέγων οὐ παύσομαι-ἀλλ' ἵνα ἐκ τούτων τὸ θερμόν, τὸ γνήσιον, τὸ σφοδρόν, τὸ πεπυρωμένον τῆς ἀγάπης ἴδῃς. 6.15 Εἶτα εἰπὼν ὅτι ὡς πατὴρ φιλεῖ καὶ πλέον ἢ