1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

9

πατήρ, ὡς μήτηρ καὶ πλέον ἢ μήτηρ, ὡς νυμφίος καὶ πλέον ἢ νυμφίος, ὅτι τοσοῦτον ὅσον τὸ διάστημα τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς καὶ πλέον ἢ τοσοῦτον, ὅτι τηλικοῦτον ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν καὶ πλέον ἢ τηλικοῦτον, οὐδὲ ἐνταῦθα ἵσταται τῶν εἰκόνων, ἀλλὰ καὶ περαιτέρω πρόεισιν εἰς ἐπίδειξιν πολλῷ ταπεινοτέρου ὑποδείγματος. 6.16 Τοῦ γὰρ Ἰωνᾶ μετὰ τὴν φυγὴν καὶ τοῦ Θεοῦ τὴν καταλλαγὴν τὴν πρὸς Νινευΐτας ἐξαπορηθέντος, ὡς οὐκ ἐλθόντων εἰς ἔργον τῶν ἀπειληθέντων καὶ παθόντος τι ἀνθρώπινον πάθος καὶ σκυθρωπάσαντος, ἐπιτάξας τῇ ἀκτῖνι θερμοτέραν ἀφεῖναι τὴν φλόγα, εἶτα κελεύσας τῇ γῇ σχεδιάσαι αὐτῷ στέγην ἀπὸ λαχάνου καὶ θάλψας αὐτὸν μεθ' ὑπερβολῆς καὶ ἀναπαύσας, εἶτα λυπήσας τῷ ταύτην ἀφανίσαι τὴν στέγην, ἐπειδὴ τῷ μὲν εἶδεν ἀνεθέντα, τῷ δὲ κατατεινόμενον, ἄκουε τί φησι πρὸς αὐτόν· 6.17 «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν ἐν αὐτῇ πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν.» 6.18 Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐχ οὕτως ἀνέπαυσέ σε ἡ σκιὰ τοῦ λαχάνου ὡς ἐμὲ εὔφρανεν ἡ σωτηρία τῶν Νινευϊτῶν· οὐδὲ οὕτως σε ἐλύπησεν ἡ ἀφαίρεσις αὐτοῦ ὡς ἐμὲ ὁ τούτων ὄλεθρος. Οὕτω παρὰ γνώμην μου ἡ ἀπώλεια αὐτῶν ἦν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα ὑπερβαίνει τὴν εἰκόνα. Οὐ γὰρ εἶπε· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης», καὶ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν· «Ἐφ' ᾗ οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν. 6.19 Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν· «Εἰ γὰρ σὺ τοῦ ἀλλοτρίου ἔργου οὕτως ἀντείχου, φησί, πολλῷ μᾶλλον ἐγὼ τοῦ οἰκείου καὶ οὗ ποιητής εἰμι». Εἶτα καὶ ὑποτέμνεταί τι τῆς κατηγορίας αὐτῶν λέγων ὅτι· «Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν», ἀφελείᾳ μᾶλλον ἢ κακίᾳ πεπλημμεληκέναι αὐτοὺς ἀποφηνάμενος, ὃ καὶ ἔδειξε τὸ τῆς μετανοίας τέλος. 6.20 Καὶ ἑτέροις δὲ ἐπιτιμῶν θρηνοῦσιν ὡς ἐγκαταλειφθεῖσι, ταῦτα λέγει τὰ ῥήματα· «Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τίς πατέρα ἀναμιμνῄσκει καὶ παρακαλεῖ ὥστε προνοῆσαι παιδός; ἢ τεχνίτην καὶ δημιουργὸν ὥστε μὴ ἀφεῖναι διαπεσεῖν τὸ ἔργον; Εἶτα ἐπ' ἀνθρώπων μὲν ἀρκεῖσθε τῇ φύσει καὶ τῇ τέχνῃ εἰς ἀπόδειξιν τῆς κηδεμονίας, ἐμὲ δὲ οἴεσθε χρῄζειν τοῦ παρακαλοῦντός με, ἵνα τῶν τέκνων τῶν ἐμῶν καὶ τῶν ἔργων ἀντιλήψωμαι; 6.21 Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα μὴ παρακαλῶσιν, ἀλλ' ἵνα εἰδέναι ἔχωσιν ὅτι καὶ πρὸ τῆς παρακλήσεως ὁ Θεὸς τὰ ἑαυτοῦ ποιεῖ, βούλεται δὲ καὶ παρακαλεῖσθαι, ἐπειδὴ μέγα οἶδε τοῖς παρακαλοῦσιν ἐντεῦθεν τὸ κέρδος. Εἶδες πῶς σαφέστερον καὶ ἡλίου φαιδρότερον διὰ τῶν ὑποδειγμάτων τούτων τῆς ἀφάτου προνοίας αὐτοῦ ἡ ὑπόδειξις διαλάμπει; 6.22 Σκόπει δέ. Παρήγαγεν εἰς μέσον τὸν πατέρα, τὴν μητέρα, τὸν νυμφίον, τὸ διάστημα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὸ μέσον τῶν ἀνατολῶν πρὸς δυσμάς, τὸν φυτουργὸν καὶ περὶ λάχανα πονούμενον, τὸν οἰκοδόμον τῶν γενησομένων, τὸν σφοδρὸν ἐραστὴν τὸν ταραττόμενον, εἰ καὶ μέχρι ῥημάτων λυπήσειε τὸν ἐρώμενον· καὶ τοσοῦτον ἁπάντων ὑπερακοντίζειν διὰ πάντων τούτων ἔδειξε τὴν τοῦ Θεοῦ ἀγαθότητα, ὅσον πονηρίαν χρηστότητος.

7.t Κεφ. ζʹ. Ἀπόδειξις τῆς τοῦ Θεοῦ προνοίας ἡ διὰ τῆς κτίσεως

7.1 Καὶ τοῖς μὲν οὖν εὐγνώμοσιν, ὅπερ ἔφην, ἀρκεῖ καὶ ταῦτα· ἀλλ' ἐπειδή

τινές εἰσι πήλινοι καὶ δυσανάγωγοι καὶ δυσπειθεῖς καὶ αὐτόσαρκες, φέρε δὴ καὶ διὰ τῶν ἔργων αὐτῶν ἀποδείξωμεν αὐτοῦ τὴν πρόνοιαν, καθ' ὅσον ἡμῖν οἷόν τε. Ἅπασαν γὰρ αὐτήν, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν αὐτῆς μέρος παραστῆσαι ῥᾴδιον· οὕτως ἐστὶν ἄπειρος καὶ ἄφατος καὶ διὰ τῶν μικρῶν καὶ διὰ τῶν μεγάλων