1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

17

τούτων μὴ ἀπολελαυκότες, ὅτι μήτε τὸν περὶ ἀναστάσεως σαφῶς εἰδότες λόγον καὶ τὰ ἐναντία τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ συμβαίνοντα ὁρῶντες ἐπὶ τῶν πραγμάτων, οὐκ ἐσκανδαλίζοντο, οὐκ ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο, ἀλλὰ παρεχώρουν αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ, οὐδὲν ἐκ τῶν ἐναντίως γινομένων σκανδαλιζόμενοι, ἀλλ' εἰδότες αὐτοῦ τὸ εὔπορον καὶ εὐμήχανον τῆς σοφίας, τὸ τέλος ἀνέμενον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τέλους πᾶν ὅπερ εἰς αὐτοὺς ἐτολμᾶτο, ἔφερον εὐχαρίστως καὶ τὸν συγχωροῦντα ταῦτα γίνεσθαι Θεὸν δοξάζοντες διετέλουν. Τάχα ἀσαφὴς ὁ λόγος οὗτος ὑμῖν εἶναι δοκεῖ· οὐκοῦν σαφέστερον αὐτὸν ποιῆσαι πειράσομαι.

10.t Κεφ. ιʹ. Ὅτι καὶ οἱ παλαιοὶ τὰ τέλη τῶν πραγμάτων ἀνέμενον

10.1 Γέροντι γενομένῳ ποτὲ τῷ Ἀβραὰμ καὶ πρὸς παιδοποιίαν ἐκ τῆς ἡλικίας

νεκρωθέντι λοιπόν-εἰς γὰρ τὸ γενέσθαι πατὴρ οὐδὲν ἄμεινον τῶν τετελευτηκότων διέκειτο ζῶν- γέροντι τοίνυν ὄντι τῷ δικαίῳ καὶ τῆς φυσικῆς παιδοποιίας ὑπερβάντι τοὺς ὅρους ἐκ πολλοῦ τοῦ περιόντος, ἔχοντι δὲ καὶ σύνοικον πέτρας ἀγονωτέραν τὴν Σάρραν, ἐπαγγέλλεται πατέρα ποιήσειν ὁ Θεὸς τοσούτων ἐκγόνων αὐτὸν ὡς παρισοῦσθαι αὐτῶν τὸ πλῆθος τῷ πλήθει τῶν ἄστρων. 10.2 Ὁ δὲ, τοιούτων κωλυμάτων ὄντων, τῆς ἡλικίας ἤδη εἰς ἔσχατον γῆρας κατενεχθείσης καὶ τῆς γυναικὸς ἀπό τε τῆς ἡλικίας, ἀπό τε τῆς φύσεως πεπηρωμένης· οὐ γὰρ τὸ γῆρας διεκώλυε μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως ἡ πήρωσις· καὶ γὰρ καὶ νέας οὔσης ἄχρηστον τὸ τῆς φύσεως ἐργαστήριον ἦν· στεῖρα γὰρ ἦν ἡ γυνή. 10.3 ∆ιὸ καὶ Παῦλος ἐπισημαινόμενος τοῦτο αὐτό, οὕτως ἔλεγε· «Καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας». Οὐκ εἶπε τὴν νέκρωσιν Σάρρας ἁπλῶς, ἵνα μὴ τὴν ἡλικίαν ὑποπτεύσῃς μόνον, ἀλλὰ καὶ αὐτῆς μήτρας τὴν νέκρωσιν, τὴν οὐκ ἀπὸ χρόνων μόνον, ἀλλὰ καὶ ἀπὸ φύσεως γεγενημένην· ἀλλ' ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην, κωλυμάτων ὄντων, εἰδὼς τί ποτέ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος καὶ οὐ νόμοις φύσεως, οὐ δυσχολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα, 10.4 κατεδέξατο τὸ εἰρημένον καὶ ἐπίστευσε τῇ ὑποσχέσει καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ' ἐν γήρᾳ καὶ ὀψέ ποτε καὶ βραδέως. 10.5 ∆ιὸ καὶ ὁ Παῦλος αὐτὸν ἀνακηρύττει μετὰ λαμπρᾶς τῆς φωνῆς οὕτω λέγων· «Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν.» Τί ἐστι· «Παρ' ἐλπίδα ἐπ' ἐλπίδι»; Παρ' ἐλπίδα τὴν ἀνθρωπίνην, ἐπ' ἐλπίδι τῇ τοῦ Θεοῦ, τῇ πάντα νικώσῃ, τῇ πάντα δυναμένῃ, τῇ πάντων περιγινομένῃ. Καὶ ἐπίστευσεν οὐκ εἰς τὸ πατὴρ γενέσθαι μόνον, ἀλλὰ καὶ ἐθνῶν τοσούτων, ὁ γέρων καὶ ἄγονος, ὁ στεῖραν καὶ γεγηρακυῖαν γυναῖκα ἔχων, κατὰ τὸ εἰρημένον· 10.6 «Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Ἀναπηδήσας καὶ ἐξαλλόμενος εὐθέως ἀπὸ τῆς ἀνθρωπίνης ἀσθενείας καὶ πρὸς τὸ ὕψος ἀναδραμὼν τοῦ ὑποσχομένου καὶ ἐννοήσας αὐτοῦ τὴν ἄφατον δύναμιν, ἐπείσθη σαφῶς ὅτι πάντως ἔσται τὸ εἰρημένον. 10.7 Καὶ τούτῳ μάλιστα τὸν Θεὸν ἐδόξασε, τῷ μὴ περιεργάσασθαι, μηδὲ πολυπραγμονῆσαι, ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς σοφίας αὐτοῦ καὶ τῆς δυνάμεως παραχωρῆσαι καὶ μηδὲν ἀμφιβάλλειν ὅλως περὶ τῶν εἰρημένων. Ὁρᾷς ὅτι τοῦτό ἐστι μάλιστα τὸ δοξάζειν τὸν Θεόν, τὸ ἀεὶ παραχωρεῖν αὐτοῦ τῷ ἀκαταλήπτῳ τῆς προνοίας καὶ τῇ ἀρρήτῳ