1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

18

δυνάμει καὶ σοφίᾳ καὶ μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν, μηδὲ λέγειν· ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο; πῶς τοῦτο ἔσται; 10.8 Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστόν, ἀλλ' ὅτι καὶ τὸν υἱὸν αὐτοῦ ἐκεῖνον, τὸν μονογενῆ καὶ γνήσιον, μετὰ τὴν ὑπόσχεσιν ταύτην ἐκελεύετο καταθύειν καὶ οὐδὲ τότε ἐσκανδαλίζετο. Καίτοι πολλὰ ἦν τὰ δυνάμενα σκανδαλίσαι τὸν μὴ νήφοντα, μηδὲ ἐγρηγορότα· καὶ αὐτὸ πρῶτον τὸ ἐπίταγμα, εἰ ὁ Θεὸς τοιαύτας καταδέχεται θυσίας καὶ παιδοκτόνους εἶναι κελεύει τοὺς πατέρας καὶ βιαίῳ τελευτῇ καταλύειν τὸν βίον καὶ ἀώρῳ παραδιδόναι τοὺς παῖδας θανάτῳ, καὶ αὐτόχειρας γενέσθαι τῶν γεννηθέντων καὶ αἵματι τοιούτῳ τὸν βωμὸν αἱμάσσεσθαι βούλεται τὸν αὐτοῦ καὶ δεξιὰν ὁπλίζεσθαι πατρικὴν κατὰ τοῦ μονογενοῦς παιδὸς καὶ φονέων εἶναι χαλεπώτερον τὸν δίκαιον· 10.9 καὶ μετὰ τούτου καὶ ἡ τῆς φύσεως τυραννὶς θορυβοῦσα, ταράττουσα, οὐκ ἐπειδὴ πατὴρ ἦν μόνον, ἀλλ' ἐπειδὴ καὶ φιλόστοργος καὶ πατὴρ τοιούτου παιδός, γνησίου, μονογενοῦς, καλοῦ μὲν ἰδεῖν, καλοῦ δὲ νοῆσαι. Καὶ γὰρ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἦν καὶ αὐτῇ τῆς ἀρετῆς τῇ ἀκμῇ, διπλῇ τότε ἀπολάμπων τῇ εὐμορφίᾳ καὶ τῇ τῆς ψυχῆς καὶ τῇ τοῦ σώματος. 10.10 Οὐ μικρὸν δὲ εἰς φιλοστοργίαν ἦν καὶ τὸ παρ' ἐλπίδα δοθῆναι πᾶσαν. Ἴστε γὰρ πῶς ἐπέραστα τὰ τοιαῦτα παιδία, τὰ παρ' ἐλπίδα καὶ προσδοκίαν καὶ οὐ νόμῳ φύσεως κεχαρισμένα, οἷος ἐκεῖνος ἦν. Καὶ μετὰ τούτων δὴ πάντων τὸ μάλιστα ἱκανὸν παρασχεῖν σκάνδαλον ἡ ἐπαγγελία καὶ ἡ ὑπόσχεσις ἦν· ἐναντίον γὰρ ἦν αὐτῇ τὸ ἐπιταχθέν. Τὸ μὲν γὰρ ἐπαγγελθὲν ἦν· «Οὕτως ἔσται τὸ σπέρμα σου ὡς τὰ ἄστρα οὐρανοῦ», τὸ δὲ ἐπιτεταγμένον, τὸν υἱὸν τὸν μονογενῆ ἀφ' οὗ πᾶσαν ἔμελλεν ἐμπλήσειν τὴν οἰκουμένην, τοῦτον ἐκ μέσου γίνεσθαι καὶ θανάτῳ παραδίδοσθαι καὶ σφαγῇ χαλεπωτάτῃ. 10.11 Καὶ ὁμῶς οὐδὲ οὕτως ἐσκανδαλίζετο, οὐδὲ ἐθορυβεῖτο ὁ δίκαιος ἐκεῖνος, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν τινα τῶν ἀνοήτων παθεῖν καὶ χαμαὶ συρομένων. Οὐδὲ γὰρ εἶπε πρὸς ἑαυτόν· Τί τοῦτο; ἐπλανήθην; παρελογίσθην; Θεοῦ τοῦτο ἐπίταγμα; Ἄπαγε, οὐ πείθομαι· τὸ παιδοκτόνον με γενέσθαι ἄδικον καὶ τοιούτῳ φοινῖξαι αἵματι τὴν δεξιάν μου. Πῶς δὲ τὰ τῆς ἐπαγγελίας ἕξει πέρας; Ἂν γὰρ ἀνέλω τὴν ῥίζαν, πόθεν οἱ κλάδοι; πόθεν οἱ καρποί; ἂν καταχώσω τὴν πηγήν, πόθεν οἱ ποταμοί; ἂν σφάξω τὸν υἱόν, πόθεν μοι τὸ πλῆθος τῶν ἐκγόνων τὸ τῷ πλήθει τῶν ἄστρων παρισούμενον; 10.12 Πῶς οὖν ὑπέσχετο ἕτερα καὶ ἐναντία ἐπιτάττει νῦν; Τούτων οὐδὲν οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν· εἰ γὰρ καὶ μὴ τῷ ἔργῳ, ἀλλὰ τῇ γνώμῃ ταῦτα πάντα ἐπλήρωσε. 10.13 ∆ιὸ καὶ Μωυσῆς αὐτὸν θαυμάζων, οὕτως ἔφη· «Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ καὶ ἀνένεγκε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω.» Ταῦτα τὰ τῆς ὑποσχέσεως ῥήματα, τὰ τῆς ἐπαγγελίας, τὰ λέγοντα ὅτι πλήθους ἐκγόνων ἔσται πατὴρ καὶ ἔσται τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; 10.14 Ὅρα πῶς μετὰ τὰ ῥήματα ταῦτα, ἀκούσας σφάξαι τὸν υἱόν, κατεδέξατο τὸν ἀφ' οὗ τοσοῦτον ἔμελλεν ἔσεσθαι τὸ πλῆθος, τοῦτον ἀνελεῖν καὶ καταθῦσαι καὶ ἐκ μέσου ποιῆσαι καὶ ἱερεῖον τῷ Θεῷ προσαγαγεῖν. Καὶ ὁ Παῦλος δὲ αὐτὸν θαυμάζων πάλιν οὕτως ἀνεκήρυττε λέγων· «Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος». Εἶτα δεικνὺς ἡλίκον πρᾶγμα ἐποίησε καὶ ὅσην ἐπεδείξατο πίστιν, ἐπήγαγε· «Καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος.» 10.15 Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν εἰπεῖν ὅτι δύο παῖδας εἶχε γνησίους καὶ προσεδόκα, ἀναιρεθέντος τούτου, ἀπὸ τοῦ ἑτέρου τοῦ πλήθους ἐκείνου ἔσεσθαι πατήρ, ἀλλὰ καὶ μόνον εἶχεν αὐτὸν καὶ ἀπὸ