1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

23

τινες, ἀλλὰ καὶ ἔστησαν πολλῷ πλείους καὶ μείζονα ἑαυτοῖς μισθὸν συνήγαγον, οὔτε τῇ δυναστείᾳ τῶν ἐπιβουλευόντων, οὔτε τῇ δυσκολίᾳ τῶν καιρῶν περιτραπέντες. Καὶ οἱ σκανδαλιζόμενοι δὲ ἑαυτοῖς λογιζέσθωσαν· ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς καὶ ἱερῶν ἀποσπασθέντες καὶ ναοῦ καὶ θυσιαστηρίου καὶ τῆς ἄλλης ἁπάσης τῆς κατὰ νόμον ἐπιμελείας καὶ ἐν μέσῃ βαρβάρων χώρᾳ ἀποληφθέντες, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν νόμον διετήρησαν· καὶ ὁ ∆ανιὴλ ὁμοίως καὶ ἕτεροι πολλοί· καὶ οἱ μὲν εἰς αἰχμαλωσίαν ἀπενεχθέντες οὐ παρεβλάβησάν τι, ἄλλοι δὲ οἴκοι μένοντες καὶ πάντων ἀπολαύοντες τῶν ἐπὶ τῆς πατρίδος, προσέκρουσαν καὶ κατεδικάσθησαν.

12.t Κεφ. ιβʹ. Τίνος ἕνεκεν ἀφέθησαν ἐν τῷ κόσμῳ τούτῳ καὶ οἱ

ἄνθρωποι πονηροὶ καὶ δαίμονες καὶ διάβολος.

12.1 Εἰ δὲ ζητοίης τίνος ἕνεκεν ταῦτα συνεχωρήθη, καὶ μὴ τοῖς ἀρρήτοις τῶν οἰκονομῶν αὐτοῦ λόγοις παραχωροίης, ἀλλὰ ἐμελέτησας ἀεὶ πάντα περιεργάζεσθαι, ὁδῷ προβαίνων καὶ ἄλλα πολλὰ διαπορήσεις, οἷον, τίνος ἕνεκεν ἀφείθησαν αἱ αἱρέσεις, τίνος ἕνεκεν ὁ διάβολος, τίνος ἕνεκεν οἱ δαίμονες, τίνος ἕνεκεν οἱ πονηροὶ τῶν ἀνθρώπων καὶ πολλοὺς ὑποσκελίζοντες, καὶ τὸ δὴ κεφάλαιον ἁπάντων τούτων, τίνος ἕνεκεν ὁ Ἀντίχριστος παραγίνεται, ὁ τοσαύτην ἔχων δύναμιν πρὸς ἀπάτην ὡς τὸν Χριστὸν εἰπεῖν ὅτι τοιαῦτα ποιήσει ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 12.2 Ἀλλ' οὐ δεῖ ταῦτα ζητεῖν, ἀλλὰ πάντα παραχωρεῖν τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ σοφίας. Ὁ μὲν γὰρ γενναίως ἤδη πεπηγώς, κἂν μυρία τὰ κύματα, κἂν μυρίοι οἱ χειμῶνες ἐπιῶσιν, οὐ μόνον οὐδὲν παραβλάπτεται, ἀλλὰ καὶ ἰσχυρότερος γίνεται· ὁ δὲ ἀσθενὴς καὶ διαρρέων καὶ ὀλίγωρος καὶ μηδενὸς ἐνοχλοῦντος καταπίπτει πολλάκις. Εἰ δὲ καὶ λόγον τινὰ ἐπιζητεῖς μαθεῖν, ἄκουε τὸν ἡμῖν γνώριμον. Εἰσὶ μὲν γὰρ καὶ ἕτεροι πολλοὶ τῷ διαφόρως καὶ ποικίλως τὰ καθ' ἡμᾶς πάντα οἰκονομοῦντι δῆλοι· ὃν δὲ ἡμεῖς ἴσμεν, οὗτός ἐστι τέως. 12.3 Φαμὲν ὅτι τὰ σκάνδαλα ταῦτα ἀφείθη ὑπὲρ τοῦ μὴ ἐλαττωθῆναι τῶν γενναίων τὰ βραβεῖα· ὃ καὶ τῷ Ἰὼβ διαλεγόμενος ὁ Θεὸς ἐδήλωσε, λέγων· «Ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» 12.4 Καὶ ὁ Παῦλος δέ φησι· «∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Σὺ δὲ ὅταν ἀκούῃς τό· «∆εῖ δὲ αἱρέσεις εἶναι», μὴ νομίσῃς ὅτι κελεύων ἢ νομοθετῶν ταῦτά φησιν. Ἄπαγε· ἀλλὰ τὸ μέλλον προαναφωνῶν, καὶ τὸ ἐκ τούτου κέρδος τοῖς νήφουσι προμηνύων. Τότε γὰρ ὑμῶν τῶν ἀνεξαπατήτων, φησί, σαφέστερον φανεῖται ἡ ἀρετή. 12.5 Πρὸς τούτοις καὶ δι' ἑτέραν αἰτίαν οἱ πονηροὶ ἀφείθησαν ὥστε μὴ προαναρπασθέντας ἀποκλεισθῆναι τῆς ὠφελείας τῆς ἐκ τῆς μεταβολῆς αὐτοῖς γενομένης. Οὕτω καὶ Παῦλος ἐσώθη, οὕτως ὁ λῃστής, οὕτως ἡ πόρνη, οὕτως ὁ τελώνης, οὕτως ἕτεροι πολλοί. Εἰ δὲ πρὶν ἢ μεταβαλέσθαι ἀνηρπάγησαν ἐντεῦθεν, οὐδεὶς ἂν αὐτῶν ἐσώθη. Περὶ δὲ τοῦ Ἀντιχρίστου καὶ ἑτέραν φησὶν αἰτίαν ὁ Παῦλος. Ποίαν δὴ ταύτην; Τὸ πᾶσαν καὶ ἐντεῦθεν ἀποκλεισθῆναι τῶν Ἰουδαίων τὴν ἀπολογίαν. Ποίαν γὰρ ἂν σχοῖεν συγγνώμην, τὸν Χριστὸν μὴ δεξάμενοι, οἱ μέλλοντες ἐκείνῳ πιστεύειν; ∆ιό φησιν· «Ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ», τοῦτ' ἔστι, τῷ Χριστῷ, «ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ», τοῦτ' ἔστι, τῷ Ἀντιχρίστῳ. Ἐπειδὴ γὰρ ἔλεγον διὰ τοῦτο αὐτῷ μὴ πιστεύειν, ἐπειδὴ Θεὸν ἑαυτὸν ἔλεγε· 12.6 «∆ιὰ γὰρ τοῦτό σε, φησί, λιθάζομεν, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν»· καίτοι γε τὰ πλείονα ἀκούοντες ἀνατιθέντα αὐτὸν τῷ Πατρὶ καὶ λέγοντα μετὰ τῆς ἐκείνου γνώμης ἀφῖχθαι καὶ διὰ πολλῶν τοῦτο ἀποδεικνύντα· τί ἐροῦσιν, ὅταν τὸν Ἀντίχριστον τὸν λέγοντα ἑαυτὸν εἶναι Θεὸν καὶ μηδὲ μεμνημένον τοῦ Πατρός, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντα δέξωνται; Τοῦτο καὶ ὁ Χριστὸς αὐτοῖς ὀνειδίζων, προὔλεγεν οὕτω λέγων·