1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

32

ὑπερορίαν μετῳκίσθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ τῇ γνώμῃ. 19.2 Καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φόνων ἐπανατεινομένων καὶ μυρίων εἰδῶν κολάσεων καὶ τιμωριῶν, οὐκ εἶξαν, οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι, πάντα καὶ ποιῆσαι καὶ παθεῖν αἱρούμενοι, ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. 19.3 Καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολλαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ. Ταῦτ' οὖν, εἰπέ μοι, μικρά, τοσοῦτον δῆμον μαρτύρων κερδᾶναι τὴν Ἐκκλησίαν; Μάρτυρες γὰρ ἅπαντες οὗτοι. Οὐ γὰρ δὴ μόνον ἐκεῖνοι οἱ εἰς δικαστήριον ἑλκυσθέντες καὶ θῦσαι κελευσθέντες καὶ μὴ πεισθέντες, παθόντες ἅπερ ἔπαθον, μάρτυρες ἂν εἶεν· ἀλλὰ κἀκεῖνοι οἱ ὑπὲρ ὁτουοῦν τῶν τῷ Θεῷ δοκούντων παθεῖν τι καταδεξάμενοι· καὶ εἴ τις μετὰ ἀκριβείας ἐξετάσειεν οὗτοι μᾶλλον ἢ ἐκεῖνοι. 19.4 Οὐ γάρ ἐστιν ἴσον ὀλέθρου τοιούτου καὶ ἀπωλείας ψυχῆς προτεινομένης καταδέξασθαι παθεῖν τι καὶ μὴ παραπολέσθαι καὶ ὑπὲρ ἐλάττονος κατορθώματος τὴν αὐτὴν ταύτην ὑπομεῖναι τιμωρίαν. Ὅτι δὲ οὐχ οἱ σφαγέντες μόνον, ἀλλὰ καὶ οἱ παρεσκευασμένοι καὶ γενόμενοι πρὸς τοῦτο ἕτοιμοι, μαρτυρίου στέφανον ἀνεδήσαντο, τοῦτό τε αὐτὸ καὶ ὃ πρότερον εἴρηκα ὅτι ὁ ὑπὲρ ἐλαττόνων σφαγεὶς μάρτυς ἐστὶν ἀπηρτισμένος, ἀπὸ τῆς Παύλου φωνῆς ἀποδεῖξαι τοῦτο πειράσομαι. 19.5 Ἀρξάμενος γὰρ ἀπαριθμεῖσθαι τοὺς ἐπὶ τῶν προγόνων λάμψαντας ὁ μακάριος Παῦλος καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ Ἄβελ ποιησάμενος, εἶτα προελθὼν εἰς τὸν Νῶε, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, ἐπήγαγελέγων· «Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.» 19.6 Καίτοιγε οὐ πάντες ἐσφάγησαν οὗτοι, μᾶλλον δὲ οὐδὲ εἷς, πλὴν δυοῖν ἢ τριῶν, τοῦ Ἄβελ καὶ τοῦ Ἰωάννου· οἱ δὲ ἄλλοι πάντες οἰκείᾳ τελευτῇ τὸν βίον κατέλυσαν. Καὶ Ἰωάννης δὲ αὐτὸς οὐ θῦσαι κελευσθεὶς καὶ μὴ καταδεξάμενος ἐσφάγη, οὐδὲ εἰς βωμὸν ἀχθείς, οὐδὲ πρὸς εἴδωλον ἑλκυσθείς, ἀλλ' ὑπὲρ ῥήματος ἑνός. Ἐπειδὴ γὰρ εἶπε τῷ Ἡρώδῃ. «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου», καὶ τὸ δεσμωτήριον ᾤκησε καὶ τὴν σφαγὴν ἐκείνην ὑπέμεινεν. 19.7 Εἰ δὲ ὁ γάμον παρανομούμενον ἐκδικήσας, τό γε εἰς αὐτὸν ἧκον-οὐδὲ γὰρ διώρθωσε τὸ κακῶς γεγενημένον, ἀλλ' εἶπε μόνον, παῦσαι δὲ οὐκ ἴσχυσεν-εἰ τοίνυν ὁ μόνον εἰπὼν καὶ μηδὲν οἴκοθεν ἢ τοῦτο εἰσενεγκών, ἐπειδὴ ἀπετμήθη, μάρτυς καὶ μαρτύρων ἐστὶ πρῶτος· οἱ τοσαύτας σφαγὰς ὑπομείναντες καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι καὶ οὐχὶ γάμῳ παρανομουμένῳ, ἀλλὰ νόμοις πατρῷοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων παρρησίαν ἐπιδειξάμενοι καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντες καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἂν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν μαρτύρων καταλεγῆναι χορόν. 19.8 Ἐπεὶ καὶ ὁ Ἀβραάμ, μὴ σφάξας τῇ πείρᾳ τὸν υἱόν, τῇ προθέσει ἔσφαξε καὶ φωνῆς ἤκουσεν ἄνωθεν λεγούσης ὅτι· «Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ». Οὕτω πανταχοῦ καὶ ἡ γνώμη, ὅταν ἀπηρτισμένη ᾖ ἐπὶ τῆς ἀρετῆς, ὁλόκληρον λαμβάνει τὸν στέφανον. 19.9 Εἰ δὲ ἐκεῖνος, υἱοῦ μὴ φεισάμενος, οὕτως ἀνεκηρύττετο, οὗτοι ἑαυτῶν μὴ φεισάμενοι, ἐννόησον πόσον λήψονται μισθόν, οὐ μίαν, οὐ δύο καὶ τρεῖς ἡμέρας, ἀλλ' ὁλόκληρον τὸν βίον ἐπὶ τῆς παρατάξεως ἱστάμενοι ταύτης, βαλλόμενοι λοιδορίαις, ὕβρεσιν, ἐπηρείαις, συκοφαντίαις. Οὐδὲ γὰρ τοῦτο μικρόν. ∆ιὸ καὶ ὡς μέγα Παῦλος αὐτὸ θαυμάζει λέγων· «Τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες.» 19.10 Τί ἄν τις εἴποι τοὺς καὶ αὐτοὺς ἀποθνήσκοντας καὶ τοὺς τὰ τοιαῦτα ἀθλοῦντας, ἀλείφοντας καὶ ἄνδρας καὶ γυναῖκας; Καλῶς δὲ αὐτοὺς καὶ θαυμάζει. Καὶ γὰρ καὶ οὐσίας ἐπέδωκαν πολλοί, ὥστε