1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

33

τοὺς δεσμώτας καὶ τοὺς ἐξορίστους ἔχειν τινὰ παραμυθίαν τῆς τοσαύτης ταλαιπωρίας καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσεδέξαντο κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον· ἕτεροι, οἱ μὲν πατρίδος, οἱ δὲ καὶ αὐτῆς ἐξεβλήθησαν τῆς ζωῆς. 19.11 Ὁρῶν τοίνυν τοσοῦτον πλοῦτον, τοσοῦτον κέρδος, τοσαύτην ἐμπορίαν τῇ Ἐκκλησίᾳ συνηγμένην, τοσούτους θησαυροὺς ἀποτιθεμένους, πυρὸς σφοδροτέρους γινομένους τοὺς πρότερον ἀναπεπτωκότας καὶ τοὺς θεάτροις προσηλωμένους εἰς τὰς ἐρημίας ἐξιόντας καὶ τὰς νάπας καὶ τὰ ὄρη ποιοῦντας ἐκκλησίαν καὶ οὐδενὸς ἐξάγοντος τὴν ἀγέλην, εἰς τὴν τῶν ποιμένων τάξιν μεταστάντα τὰ πρόβατα καὶ τοὺς στρατιώτας εἰς τὴν τοῦ στρατηγοῦ, παρρησίας ἕνεκεν καὶ ἀνδρείας καὶ πάντας μετὰ τῆς προσηκούσης θερμότητος, σπουδῆς, ἐμμελείας, τὰς συνάξεις ἐπιτελοῦντας, οὐκ ἐκπλήττῃ καὶ θαυμάζεις, ὅσον ἐκ τούτου κατόρθωμα γέγονεν; 19.12 Οὐ γὰρ δὴ μόνον οἱ ὀρθῶς βιοῦντες, ἀλλὰ πολλοὶ καὶ τῶν περὶ τὰ θέατρα μεμηνότων καὶ ἱπποδρομίας προσεχόντων, ὑπὸ τοῦ ζήλου πυρὸς σφοδροτέρου πυρωθέντες, πᾶσαν ἐκείνην ἀπέθεντο τὴν μανίαν καὶ κατ' αὐτῶν τῶν ξιφῶν σχεδὸν ἐπήδησαν, πρὸς ἄρχοντας παρρησιαζόμενοι, βασάνων καταφρονοῦντες, ἀπειλῶν καταγελῶντες, δεικνύντες ὅσον ἰσχύει ἀρετὴ καὶ πῶς ἔνι τὸν σφόδρα ἀπολλύμενον, μετανοήσαντα καὶ μεταστάντα αὐτῆς ἅψασθαι τῶν οὐρανῶν τῆς ἁψῖδος. 19.13 Τοσαῦτα οὖν βραβεῖα ὁρῶν, τοσούτους στεφάνους πλεκομένους, τοσαύτην διδασκαλίαν γινομένην, πόθεν, εἰπέ μοι, σκανδαλίζῃ; Ἀπὸ τῶν ἀπολωλότων, φησίν. Ἀλλ', ὅπερ ἔφην καὶ λέγων οὐ παύσομαι, οὗτοι ἑαυτοῖς λογιζέσθωσαν τῆς ἀπωλείας τὴν ὑπόθεσιν. Τοῦτο γὰρ δι' ὅλου ὁ λόγος ἡμῖν ἀγωνιζόμενος ἔδειξεν. Εἴπω καὶ ἕτερον κατόρθωμα. Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν καιροῦ καὶ τὰ τῆς ἀπάτης αὐτοῖς διερρύη καὶ ὅπερ ἦσαν ἐφάνησαν, οὐχ ὅπερ ὑπεκρίνοντο καὶ ἠπάτων; 19.14 Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα μέγιστον εἰς ὠφέλειαν τῶν ἐθελόντων προσέχειν, τὸ διαγνῶναι τοὺς ἔχοντας τῶν προβάτων τὰς δορὰς καὶ μὴ ἀναμίγνυσθαι τοὺς λύκους τοὺς οὕτω κρυπτομένους τοῖς ὄντως προβάτοις. Καὶ γὰρ κάμινος γέγονεν ὁ καιρὸς οὗτος, τὰ χαλκὸν ἔχοντα τῶν νομισμάτων διελέγχων, τὸν μόλιβδον κατατήκων, τὴν καλάμην κατακαίων, τὰς τιμίας ὕλας τιμιωτέρας ἀποφαίνων. Τοῦτο καὶ ὁ Παῦλος σημαίνων ἔλεγε· «∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.»

20.t Κεφ. κʹ. Ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων χαλεπώτερα συνέβη

20.1 Μηδὲν οὖν σε τούτων σκανδαλιζέτω, μὴ ἱερεὺς νῦν φαῦλος γεγενημένος

καὶ λύκου παντὸς ἀγριώτερον ἐπιπηδῶν τῇ ἀγέλῃ, μὴ τῶν κρατούντων τις πολλὴν ὠμότητα ἐνδεικνύμενος. Ἐννόησον γὰρ ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη τούτων χαλεπώτερα. 20.2 Ὅ τε γὰρ κρατῶν τότε τὸ σκῆπτρον, τὸ μυστήριον τῆς ἀνομίας ἦν- οὕτω γὰρ αὐτὸν ὁ Παῦλος ἐκάλεσε-πᾶν εἶδος κακίας ἐπελθὼν καὶ πάντας ἀποκρύψας τῇ πονηρίᾳ, ἀλλ' οὐδὲν οὔτε τὴν Ἐκκλησίαν, οὔτε τοὺς γενναίους ἐκείνους ἄνδρας τοῦτο παρέβλαψεν, ἀλλὰ καὶ λαμπροτέρους ἀπέφηνεν· οἵ τε ἱερεῖς τῶν Ἰουδαίων οὕτω φαῦλοι καὶ πονηροί τινες ἦσαν ὡς κελεύεσθαι τοὺς λαοὺς τὸν ζῆλον αὐτῶν τοῦ βίου φεύγειν· 20.3 «Ἐπὶ γὰρ τῆς Μωυσέως καθέδρας, φησὶν ὁ Σωτήρ, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε»· καίτοι τί γένοιτ' ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν ἔμελλε τοὺς μιμουμένους; Ἀλλ' ὅμως καὶ τοιούτων ὄντων τῶν τότε κρατούντων, οἱ λάμψαντες, οἱ στεφανωθέντες οὐδὲν παρεβλάβησαν, ἀλλὰ μειζόνως ἐδοξάσθησαν. Οὐ τοίνυν ξενίζεσθαι χρὴ τοῖς