1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

Ὅθεν ἐνταῦθα μὲν ἅπαντα σύμφωνα τῇ δωρεᾷ, ἐκεῖ δὲ πάντα ἐναντία τῇ δωρεᾷ· καὶ γὰρ θρῆνος καὶ ὀδυρμὸς πολὺς μυσταγωγουμένων, καὶ παιδία περιίσταται κλαίοντα, καὶ γυνὴ τὰς παρειὰς καταξαίνουσα, καὶ φίλοι κατηφεῖς, καὶ οἰκέται δακρύων γέμοντες, ὅλον τὸ τῆς οἰκίας σχῆμα χειμερινήν τινα καὶ ζοφώδη μιμεῖται ἡμέραν· ἐὰν δὲ αὐτὴν τοῦ κατακειμένου τὴν καρδίαν ἀναπτύξῃς, σκυθρωποτέραν τούτων εὑρήσεις. Καθάπερ γὰρ ἄνεμοι μετὰ πολλῆς τῆς ῥύμης ἐξεναντίας ἀλλήλοις ἐμβάλλοντες εἰς πολλὰ τὸ πέλαγος διατέμνουσι μέρη· οὕτω καὶ οἱ λογισμοὶ τῶν τότε κατεχόντων δεινῶν εἰς τὴν τοῦ κάμνοντος ἐμπίπτοντες ψυχὴν, εἰς πολλὰς τὴν ἐκείνου διάνοιαν σχίζουσι φροντίδας. Ὅταν εἰς τὰ παιδία ἀπίδῃ, τὴν ὀρφανίαν αὐτῶν ἐννοεῖ· ὅταν πρὸς τὴν γυναῖκα ἀποβλέψῃ, τὴν χηρείαν λογίζεται· ὅταν ἴδῃ τοὺς οἰκέτας, τὴν ἐρημίαν ἁπάσης σκοπεῖ τῆς οἰκίας· ὅταν πρὸς ἑαυτὸν ἐπανέλθῃ, τῆς παρούσης ἑαυτὸν ἀναμιμνήσκει ζωῆς, καὶ ἀποῤῥήγνυσθαι μέλλων, πολὺ δέχεται τῆς ἀθυμίας τὸ νέφος. Τοιαύτη ἡ τοῦ μέλλοντος μυσταγωγεῖσθαι ψυχή. Εἶτα μεταξὺ τῶν θορύβων καὶ τῆς ταραχῆς αὐτῆς, ἐπεισέρχεται ὁ ἱερεὺς αὐτοῦ τοῦ πυρετοῦ φοβερώτερος ὢν, καὶ τοῦ θανάτου τοῖς τοῦ κάμνοντος προσήκουσιν ἀπηνέστερος· τῆς γὰρ τοῦ ἰατροῦ φωνῆς τῆς ἀπογινωσκούσης τὴν ζωὴν τὴν ἐκείνου μείζων ἀπόγνωσις εἶναι νομίζεται ἡ τοῦ πρεσβυτέρου εἴσοδος, καὶ θανάτου σύμβολον εἶναι δοκεῖ τῆς αἰωνίου ζωῆς ἡ ὑπόθεσις. Ἀλλ' οὔπω τὸν κολοφῶνα ἐπέθηκα τῶν κακῶν· μεταξὺ γὰρ θορυβούντων τῶν ἐπιτηδείων καὶ παρασκευα49.225 ζομένων, παλλάκις ἔρημον ἀφεῖσα τὸ σῶμα ἀπεπήδησεν ἡ ψυχὴ, πολλοὺς δὲ καὶ παροῦσα οὐδὲν ὤνησεν. Ὅταν γὰρ μήτε τοὺς παρόντας ἐπιγινώσκῃ, μήτε φωνῆς ἀκούῃ, μήτε ἀποκρίνασθαι δύνηται τὰ ῥήματα ἐκεῖνα, δι' ὧν τὴν μακαρίαν συνθήκην πρὸς τὸν κοινὸν ἡμῶν ἁπάντων καταθήσεται ∆εσπότην, ἀλλ' ὥσπερ ξύλον ἀργὸν ἢ λίθος, ὁ φωτίζεσθαι μέλλων πρόκειται νεκροῦ μηδὲν διαφέρων, τί τῆς μυσταγωγίας ὄφελος ἐν ἀναισθησίᾳ τοσαύτῃ;

βʹ. Τὸν γὰρ τοῖς ἱεροῖς τούτοις καὶ φρικτοῖς μέλλοντα προσιέναι μυστηρίοις ἐγρηγορέναι χρὴ καὶ διεγηγέρθαι, πάσης βιωτικῆς φροντίδος εἶναι καθαρὸν, πολλῆς γέμειν σωφροσύνης, πολλῆς προθυμίας, πάντα τὸν μυστηρίων ἀλλότριον λογισμὸν ἐξορίζειν τῆς διανοίας, καὶ πάντοθεν καθαρὸν παρασκευάζειν τὸν οἶκον, ὥσπερ αὐτὸν ὑποδέχεσθαι μέλλοντα τὸν βασιλέα. Τοιαύτη τῆς ὑμετέρας διανοίας ἡ παρασκευὴ, τοιοῦτοι παρ' ὑμῖν οἱ λογισμοὶ, τοιαύτη τῆς ψυχῆς ἡ προαίρεσις. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς ἀρίστης ταύτης γνώμης ἀναμένετε παρὰ τοῦ Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσι νικῶντος τοὺς τὴν ὑπακοὴν ἐπιδεικνυμένους τὴν πρὸς αὐτόν. Ἐπειδὴ δὲ χρὴ καὶ τοῖς συνδούλοις τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, καὶ τὰ παρ' ἡμῶν εἰσοίσομεν, μᾶλλον δὲ οὐδὲ ταῦτα ἡμέτερα, ἀλλὰ καὶ ταῦτα ∆εσποτικά. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Ἐβουλόμην μὲν πρῶτον ἁπάντων εἰπεῖν· Τί δήποτε παραδραμόντες ἡμῶν οἱ πατέρες ἅπαντα τὸν ἐνιαυτὸν, ἐν τούτῳ τῷ καιρῷ μυσταγωγεῖσθαι τὰ τέκνα τῆς Ἐκκλησίας ἐνομοθέτησαν; καὶ τίνος ἕνεκεν μετὰ τὴν παρ' ἡμῶν διδασκαλίαν ὑπολύσαντες ὑμᾶς καὶ ἀποδύσαντες, γυμνοὺς καὶ ἀνυποδέτους μετὰ τοῦ χιτωνίσκου μόνου πρὸς τὰς τῶν ἐξορκιζόντων παραπέμπουσι φωνάς. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ καὶ τὸ σχῆμα καὶ τὸν καιρὸν ἐκεῖνοι τοῦτον ἡμῖν διετύπωσαν· ἀλλ' ἔχει ταῦτα ἀμφότερα μυστικόν τινα λόγον καὶ ἀπόῤῥητον. Καὶ τοῦτον ὑμῖν ἐβουλόμην εἰπεῖν· ὁρῶ δὲ ὅτι πρὸς ἕτερον ἀναγκαιότερον ἡμᾶς κατεπείγει νῦν ὁ λόγος. Ἀνάγκη γὰρ εἰπεῖν τί ποτέ ἐστι τὸ βάπτισμα, καὶ τίνος ἕνεκεν εἰς τὸν βίον εἰσῆλθε τὸν ἡμέτερον, καὶ πόσα κομίζει ἡμῖν τὰ ἀγαθά. Ἀλλ', εἰ βούλεσθε, πρότερον περὶ τῆς προσηγορίας τοῦ μυστικοῦ τούτου καθαρμοῦ διαλεχθῶμεν. Οὐ γάρ ἐστιν ἓν αὐτῷ ὄνομα, ἀλλὰ πολλὰ καὶ παντοδαπά· τὸ γὰρ καθάρσιον τοῦτο καλεῖται λουτρὸν παλιγγενεσίας· Ἔσωσε γὰρ ἡμᾶς, φησὶ, διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Καλεῖται καὶ