1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

λουτρὸν, τὴν συνήθειαν διόρθωσον σὺ, ἵνα τῶν χρωμάτων ἐπενεχθέντων καὶ λαμψάσης τῆς βασιλικῆς εἰκόνος, μηκέτι λοιπὸν ἐξαλείφῃς, καὶ τραύματα καὶ οὐλὰς ἐμποιῇς τῷ παρὰ τοῦ Θεοῦ δοθέντι σοι κάλλει. Κατάστειλον τοίνυν ὀργὴν, σβέσον θυμόν· κἂν ἀδικήσῃ τις, κἂν ὑβρίσῃ, δάκρυσον ἐκεῖνον· μὴ ἀγανακτήσῃς σὺ, συνάλγησον, μὴ παροξυνθῇς, μηδὲ εἴπῃς, ὅτι Εἰς τὴν ψυχὴν ἠδίκημαι· οὐκ ἔστιν οὐδεὶς εἰς ψυχὴν ἀδικούμενος, ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς εἰς ψυχὴν ἀδικήσωμεν· καὶ πῶς, ἐγὼ λέγω· Ἀφείλετό σού τις τὴν οὐσίαν; οὐκ ἠδίκησεν εἰς ψυχὴν, ἀλλ' εἰς χρήματα· ἂν δὲ σὺ μνησικακήσῃς, εἰς ψυχὴν σαυτὸν ἠδίκησας. Τὰ μὲν γὰρ χρήματα ἀφαιρεθέντα οὐδὲν ἐζημίωσεν, ἀλλὰ καὶ ὠφέλησε, σὺ δὲ τὴν ὀργὴν οὐκ ἀφεὶς, εὐθύνας ἐκεῖ δώσεις τῆς μνησικακίας ταύτης. Ἐλοιδορήσατό τις καὶ ὕβρισεν; οὐδὲν εἰς ψυχὴν ἠδίκησεν, ἀλλ' οὐδὲ εἰς σῶμα. Ἀντελοιδόρησας σὺ καὶ ὕβρισας; σὺ σαυτὸν εἰς ψυχὴν ἠδίκησας, τῶν ῥημάτων, ὧν εἶπας, ἐκεῖ μέλλων εὐθύνας ὑφέξειν. Καὶ τοῦτο δὴ μάλιστα πάντων ὑμᾶς εἰδέναι βούλομαι, ὅτι τὸν Χριστιανὸν καὶ πιστὸν οὐδεὶς εἰς ψυχὴν ἀδικῆσαι δύναται, οὐδὲ αὐτὸς ὁ διάβολος. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀχειρώτους ἡμᾶς ὁ Θεὸς πάσαις ἐποίησε ταῖς ἐπιβουλαῖς, ἀλλ' ὅτι καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπιτηδείους ἡμᾶς κατεσκεύασε, καὶ κώλυμα οὐδέν ἐστιν, ἐὰν θέλωμεν, κἂν πένητες ὦμεν, κἂν ἀσθενεῖς τῷ σώματι, κἂν ἀπεῤῥιμμένοι, κἂν ἀνώνυμοι, κἂν οἰκέται. Οὔτε γὰρ πενία, οὔτε ἀῤῥωστία, οὔτε σώματος πήρωσις, οὐ δουλεία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν ἐμπόδιον πρὸς ἀρετὴν γένοιτ' ἄν ποτε. Καὶ τί λέγω πένητα καὶ οἰκέτην καὶ ἀνώνυμον; κἂν δεσμώτης ᾖς, οὐδὲ τοῦτό σοι γίνεται ἐμπόδιον πρὸς ἀρετήν· καὶ πῶς, ἐγὼ λέγω· Ἐλύπησέ σέ τις τῶν ἔνδον καὶ παρώξυνεν; ἄφες αὐτῷ τὴν ὀργήν· μήτι σοι πρὸς τοῦτο τὰ δεσμὰ καὶ ἡ πενία καὶ τὸ ἄτιμον εἶναι ἐμπόδιον γέγονε; Καὶ τί λέγω ἐμπόδιον; καὶ ἐβοήθησε μὲν οὖν, καὶ συνέπραξε πρὸς τὸ καταστεῖλαι τὸν τῦφον. Εἶδες ἕτερον εὐπραγοῦντα; μὴ βασκήνῃς· οὐδὲ γὰρ ἐνταῦθα ἡ πενία κώλυμα γίνεται. Πάλιν, ὅταν εὔξασθαι δέῃ, νηφούσῃ καὶ 49.236 ἀγρυπνούσῃ διανοίᾳ τοῦτο ποίησον, καὶ οὐδὲν ἔσται τὸ κωλύον οὐδὲ ἐνταῦθα. Πραότητα, ἐπιείκειαν ἐπιδείκνυσο πᾶσαν, σωφροσύνην, σεμνότητα· οὐδὲ γὰρ ταῦτα τῶν ἔξωθεν δεῖται βοηθημάτων. Καὶ τοῦτο μάλιστα τὸ μέγιστόν ἐστι τῆς ἀρετῆς, ὅτι οὐ πλούτου, οὐ δυναστείας, οὐ δόξης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων ἔχει χρείαν, ἀλλὰ ψυχῆς μόνης ἡγιασμένης, καὶ πλέον οὐδὲν ἐπιζητεῖ. Ὅρα δὲ καὶ ἐπὶ τῆς χάριτος αὐτὸ τοῦτο γινόμενον· κἂν γὰρ χωλεύῃ τις, κἂν τοὺς ὀφθαλμοὺς ἐκκεκομμένος ᾖ, κἂν τὸ σῶμα πεπηρωμένος, κἂν εἰς ἐσχάτην καταπεπτωκὼς ἀῤῥωστίαν, οὐδενὶ τούτων ἐπελθεῖν ἡ χάρις κωλύεται· ψυχὴν γὰρ ἐπιζητεῖ μόνην μετὰ προθυμίας αὐτὴν δεχομένην, καὶ ταῦτα ἅπαντα παρατρέχει τὰ ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν στρατιωτῶν καὶ σώματος μέτρον καὶ σαρκὸς εὐεξίαν ἐπιζητοῦσιν οἱ μέλλοντες αὐτοὺς καταλέγειν εἰς τὸ στρατόπεδον· οὐ ταῦτα δὲ μόνον ἔχειν χρὴ τὸν μέλλοντα στρατεύεσθαι, ἀλλὰ καὶ ἐλεύθερον εἶναι· ἂν γὰρ δοῦλός τις ᾖ, ἐκβάλλεται· ὁ δὲ τῶν οὐρανῶν βασιλεὺς οὐδὲν τοιοῦτον ἐπιζητεῖ, ἀλλὰ καὶ δούλους δέχεται εἰς τὸ αὑτοῦ στρατόπεδον, καὶ γεγηρακότας καὶ παρειμένους τὰ μέλη, καὶ οὐκ ἐπαισχύνεται. Τί τούτου φιλανθρωπότερον; τί χρηστότερον γένοιτ' ἄν; Οὗτος μὲν γὰρ τὰ ἐφ' ἡμῖν ζητεῖ μόνον, ἐκεῖνοι δὲ τὰ οὐκ ἐφ' ἡμῖν. Τὸ γὰρ δοῦλον εἶναι ἢ ἐλεύθερον, οὐχ ἡμέτερον· τὸ ὑψηλὸν πάλιν εἶναι καὶ βραχὺν, οὐκ ἐφ' ἡμῖν, τὸ γεγηρακότα καὶ ἄρτιον, καὶ ὅσα τοιαῦτα· τὸ δὲ ἐπιεικῆ ἢ χρηστὸν εἶναι καὶ τὰ παραπλήσια τούτοις, τῆς ἡμετέρας γνώμης. Καὶ ταῦτα ἡμᾶς ὁ Θεὸς ἀπαιτεῖ μόνα, ὧν ἡμεῖς ἐσμεν κύριοι· καὶ μάλα εἰκότως· οὐ γὰρ δι' οἰκείαν χρείαν, ἀλλὰ δι' εὐεργεσίαν ἡμᾶς ἐπὶ τὴν αὑτοῦ χάριν καλεῖ, οἱ δὲ βασιλεῖς διὰ τὴν ἑαυτῶν διακονίαν· κἀκεῖνοι μὲν ἐπὶ πόλεμον ἕλκουσιν αἰσθητὸν, οὗτος δὲ ἐπὶ μάχην πνευματικήν. Οὐκ ἐπὶ τῶν πολέμων δὲ μόνον τῶν ἔξωθεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγώνων τὴν αὐτὴν ἀναλογίαν ἴδοι τις ἄν· οἱ γὰρ μέλλοντες εἰς τὸ θέατρον ἕλκεσθαι ἐκεῖνο, οὐ πρότερον καθιᾶσιν εἰς