1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

4

σπουδήν; Εἶτα ἵνα μὴ νομισθῇ χάριτι ταῦτα λέγειν, αὐτοὺς τοὺς ἀκροατὰς ποιεῖται μάρτυρας τῆς τοῦ παιδὸς ἀρετῆς, οὕτω λέγων· Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατέρα τέκνον, οὕτω σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ· πεῖραν ὑμεῖς εἰλήφατε τῆς ἀρετῆς αὐτοῦ, καὶ τῆς δοκίμου ψυχῆς. Ἀλλ' ὅμως πρὸς τοσοῦτον ὕψος κατορθωμάτων ἀνελθὼν, οὐδὲ οὕτως ἐθάῤῥει, ἀλλ' ἐναγώνιος ἦν καὶ περιδεής· διὸ καὶ μετ' ἀκριβείας ἐνήστευε, καὶ οὐκ ἔπαθε τοῦτο τὸ τῶν πολλῶν, οἳ δέκα μόνον, ἢ καὶ εἴκοσι μῆνας νηστείᾳ παρεσχηκότες ἑαυτοὺς, εὐθέως ἅπαντα καταλύουσιν. Ἀλλ' ἐκεῖνος οὐδὲν τοιοῦτον ἔπαθεν, οὐδὲ εἶπέ τι τοιοῦτον πρὸς ἑαυτόν· Τί μοι νηστείας χρεία λοιπόν; περιεγενόμην, ἐκράτησα τῶν ἐπιθυμιῶν, ἐνέκρωσά μου τὸ σῶμα, δαίμονας ἐφόβησα, τὸν διάβολον ἀπήλασα, νεκροὺς ἀνέστησα, λεπροὺς ἐκάθηρα, ταῖς ἀντικειμέναις δυνάμεσίν εἰμι φοβερός· τί μοι νηστείας δεῖ λειπὸν, καὶ τῆς ἐντεῦθεν ἀσφαλείας; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ὅσῳ μυρίων ἔγεμε κατορθωμάτων, τοσούτῳ μᾶλλον ἐδεδίει καὶ ἔτρεμε· καὶ ταύτην παρὰ τοῦ διδασκάλου τὴν φιλοσοφίαν ἐμάνθανε. Καὶ γὰρ ἐκεῖνος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ ἀκούσας ῥήματα ἄῤῥητα, καὶ μυστηρίων κοινωνήσας τοιούτων, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπιδραμὼν καθάπερ τις ὑπόπτερος, Κορινθίοις ἐπιστέλλων ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος φοβεῖται μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα, ὁ δυνηθεὶς εἰπεῖν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρὴ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦμεν πολλὰ συνειληχότες κατορθώματα. Καὶ γὰρ ὁ διάβολος ἀγριώτερος τότε γίνεται, τότε ἐκθηριοῦται πλέον, ὅταν ἴδῃ μετ' ἐπιμελείας ἡμᾶς τὸν ἑαυτῶν οἰκονομοῦντας βίον· ὅταν ἴδῃ τὰ φορτία τῆς ἀρετῆς συγκείμενα, καὶ πολὺν ὄντα τὸν ὄγκον, τότε σπουδάζει χαλεπώτερον ἐργάσασθαι τὸ ναυάγιον. Ὁ μὲν γὰρ 49.21 εὐτελὴς καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ καταπέσῃ, οὐ τοσαύτην τῷ κοινῷ φέρει τὴν βλάβην· ὁ δὲ ὥσπερ ἐν ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι δῆλος καὶ γνώριμος ὢν, καὶ παρὰ πάντων θαυμαζόμενος, ὅταν ἐπηρεασθεὶς καταπέσῃ, μεγάλην τὴν πτῶσιν καὶ τὴν ζημίαν ἐργάζεται· οὐχ ὅτι μόνον ἐξ ὕψους κατέπεσεν, ἀλλ' ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν πρὸς αὐτὸν βλεπόντων. Καὶ καθάπερ ἐν σώματι. μέλους μὲν ἑτέρου διαφθαρέντος, οὐ πολλὴ ἡ βλάβη, τῶν δὲ ὀφθαλμῶν πηρωθέντων ἢ τῆς κεφαλῆς παραβλαβείσης, ὅλον τὸ σῶμα ἄχρηστον γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῶν ἁγίων καὶ μεγάλα κατορθωκότων ἔστιν εἰπεῖν· ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι.

δʹ. Ταῦτα οὖν ἅπαντα ὁ Τιμόθεος εἰδὼς, πανταχόθεν ἑαυτὸν ἠσφαλίζετο· ᾔδει γὰρ ὅτι χαλεπὸν ἡ νεότης, ὅτι εὐρίπιστον, εὐεξαπάτητον, εὐόλισθον, καὶ σφοδροτέρου δεῖται τοῦ χαλινοῦ· πυρὰ γάρ τίς ἐστι τῶν ἔξωθεν ἐπιλαμβανομένη ἁπάντων, ῥᾳδίως ἐκκαιομένη καὶ ταχέως. ∆ιὰ τοῦτο πανταχόθεν αὐτὴν ἔφραττεν ὥστε συνεστάλθαι, καὶ τὴν φλόγα ταύτην παντὶ τρόπῳ μαραίνειν ἐσπούδαζε, καὶ τὸν ἵππον δυσχάλινον ὄντα καὶ δυσήνιον μετὰ πολλῆς ἦγχε τῆς σφοδρότητος, ἕως ὅτε αὐτοῦ τὰ σκιρτήματα περιέκοψεν, ἕως εὐήνιον ἐποίησε, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας ταῖς χερσὶ τοῦ ἡνιοχοῦντος αὐτὸν παρέδωκε λογισμοῦ. Ἀσθενείτω, φησὶ, τὸ σῶμα, καὶ μὴ ἀσθενείτω ἡ ψυχὴ, χαλινούσθω ἡ σὰρξ, καὶ μὴ ἐμποδιζέσθω ὁ πρὸς τὸν οὐρανὸν τῆς ψυχῆς δρόμος. Μετὰ δὲ τούτων κἀκεῖνο μάλιστα ἄν τις αὐτὸν ἀγάσαιτο, ὅτι καὶ ἐξησθενηκὼς οὕτως, καὶ τοσαύτῃ παλαίων ἀῤῥωστίᾳ, τῶν κατὰ Θεὸν οὐκ ἠμέλει πραγμάτων, ἀλλὰ τῶν ὑγιαινόντων καὶ σφριγώντων τὰ σώματα μᾶλλον πανταχοῦ περιίπτατο, νῦν μὲν εἰς Ἔφεσον, νῦν δὲ εἰς Κόρινθον, ἐν Μακεδονίᾳ πολλάκις, ἐν Ἰταλίᾳ, πανταχοῦ τῆς γῆς, πανταχοῦ τῆς θαλάττης μετὰ τοῦ διδασκάλου φαινόμενος, καὶ κοινωνῶν ἐν πᾶσι τῶν ἀγώνων αὐτῷ, καὶ τῶν