1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

11

ταπεινώσεως. Ἔστι δὲ καὶ δεκάτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Ἣν καὶ πολλάκις εἶπον ἤδη πρότερον, ὅτι εἴ τινας κηλῖδας ἔχομεν, καὶ ταύτας ἐνταῦθα ἀποτιθέμεθα. Καὶ τοῦτο πρὸς τὸν πλούσιον ὁ πατριάρχης δηλῶν ἔλεγεν, ὅτι Λάζαρος ἀπέλαβεν αὐτοῦ τὰ κακὰ, ὅθεν παρακαλεῖ 49.29 ται. Καὶ πρὸς ταύτῃ πάλιν ἑτέραν εὑρήσομεν. Ποίαν δὴ ταύτην; Τὸ τοὺς στεφάνους ἡμῖν καὶ τὰ βραβεῖα πλεονάζειν· ὅσῳ γὰρ αἱ θλίψεις ἐπιτείνονται, τοσούτῳ καὶ αἱ ἀμοιβαὶ αὔξονται, μᾶλλον δὲ καὶ πολλῷ πλέον· Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, φησὶ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Τοσαύτας τοίνυν αἰτίας ἔχοντες εἰπεῖν τῆς τῶν ἁγίων κακώσεως, μὴ δυσχεραίνωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ ἀπορῶμεν, μηδὲ θορυβώμεθα, ἀλλὰ καὶ αὐτοὶ τὰς ἑαυτῶν παιδαγωγῶμεν ψυχὰς, καὶ ἑτέρους ταῦτα διδάσκωμεν· κἂν ἴδῃς ἄνθρωπον ἐν ἀρετῇ ζῶντα, φιλοσοφίας ἐπειλημμένον, ἀρέσκοντα Θεῷ, εἶτα μυρία πάσχοντα δεινὰ, μὴ σκανδαλισθῇς, ἀγαπητέ· κἂν ἴδῃς τινὰ πνευματικοῖς ἐπιτιθέμενον πράγμασι, καὶ μέλλοντά τι χρήσιμον ἀνύειν, εἶτα ὑποσκελιζόμενον, μὴ θορυβηθῇς. Καὶ γὰρ οἶδα πολλοὺς πολλάκις τοῦτο ζητοῦντας· Ὁ δεῖνα, φησὶν, εἰς μαρτύριον ἀπεδήμησε πένησι χρήματα διακομίζων, καὶ ναυαγίῳ περιέπεσε, καὶ πάντα ἀπώλεσεν· ἕτερος πάλιν αὐτὸ τοῦτο ποιῶν λῃσταῖς περιέτυχε, καὶ μόλις τὴν ἑαυτοῦ ψυχὴν διέσωσε, γυμνὸς ἀναχωρήσας ἐκεῖθεν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι ἐπ' οὐδενὶ τούτων ἀσχάλλειν χρή. Εἰ γὰρ καὶ ναυαγίῳ περιέπεσεν, ἀλλ' ἔχει τὸν καρπὸν τῆς δικαιοσύνης ἀπηρτισμένον· τὰ γὰρ ἑαυτοῦ πάντα ἐπλήρωσε, συνέλεξε τὰ χρήματα, ἀπέθετο, λαβὼν ἀπῄει, τῆς ἀποδημίας ἥψατο, τὸ δὲ ναυάγιον λοιπὸν οὐ τῆς αὐτοῦ γνώμης γέγονεν. Ἀλλὰ τίνος ἕνεκεν ὁ Θεὸς τοῦτο συνεχώρησεν; Ἵνα τοῦτον ἐργάσηται δόκιμον. Ἀλλ' οἱ πένητες, φησὶν, ἀπεστερήθησαν τῶν χρημάτων. Οὐχ οὕτω σὺ προνοεῖς τῶν πενήτων, ὡς ὁ ποιήσας αὐτοὺς Θεός· εἰ γὰρ καὶ τούτων ἀπεστερήθησαν, ἀλλ' ἑτέρωθεν δύναται πλείονα παρασχεῖν αὐτοῖς εὐπορίας ἀφορμήν. ιʹ. Μὴ τοίνυν ἀπαιτῶμεν αὐτὸν εὐθύνας τῶν γινομένων, ἀλλὰ δοξάσωμεν ἐν ἅπασιν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ συγχωρεῖ τὰ τοιαῦτα γίνεσθαι πολλάκις, ἀλλὰ μετὰ τοῦ μὴ περιιδεῖν τοὺς μέλλοντας ἀπολαύειν τῆς ἐκ τῶν χρημάτων τούτων παραμυθίας, ἀλλ' ἑτέραν αὐτοῖς ἀντὶ τούτων παρασχεῖν ἀφορμὴν διατροφῆς, καὶ τὸν ὑπομείναντα τὸ ναυάγιον δοκιμώτερον ποιεῖ, καὶ πλείονα αὐτῷ προξενεῖ τὸν μισθόν· τοῦ γὰρ ἐλεημοσύνην δοῦναι τὸ τοιούτοις περιπεσόντα πράγμασιν εὐχαριστῆσαι τῷ Θεῷ, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ἅπερ ἂν δι' ἐλεημοσύνην δῶμεν, ἀλλὰ καὶ ἅπερ ἂν παρ' ἑτέρων ἀφαιρεθέντες ἐνέγκωμεν γενναίως, καὶ ταῦτα πολὺν ἡμῖν φέρει τὸν καρπόν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο ἐκείνου μεῖζόν ἐστιν, ἀπὸ τῶν συμβεβηκότων τῷ Ἰὼβ τοῦτο ποιήσω φανερόν. Ἐκεῖνος ἡνίκα τὰ χρήματα ἐκέκτητο, τὴν οἰκίαν ἠνέῳξε τοῖς πένησι, τὰ ὄντα πάντα ἐξεδίδου· ἀλλ' οὐκ ἦν οὕτω λαμπρὸς, ἡνίκα τὴν οἰκίαν ἠνέῳξε τὴν ἑαυτοῦ τοῖς πένησιν, ὡς ὅτε αὐτὴν ἀκούσας καταπεσοῦσαν, οὐκ ἀπεδυσπέτησεν· οὐκ ἦν οὕτω λαμπρὸς, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν προβάτων τοὺς γυμνοὺς περιέβαλεν, ὡς ἦν λαμπρὸς καὶ εὐδόκιμος, ὅτε ἀκούσας ὅτι πῦρ κατέπεσε, καὶ τὰ θρέμματα πάντα ἀνήλωσεν, εὐχαρίστησε. Τότε φιλάνθρωπος ἦν, νῦν ἐγένετο φιλόσοφος· τότε ἠλέει τοὺς πένητας, νῦν δὲ εὐχαρίστει τῷ ∆εσπότῃ, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί 49.30 ποτε τοῦτό ἐστι; τὰ ποίμνια ἀνήλωται, ἀφ' ὧν ἐτρέφοντο μυρίοι πένητες· καὶ εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν εὐπορίας ταύτης, διὰ γοῦν τοὺς μετέχοντας ἔδει φείσασθαι. Ἀλλ' οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ᾔδει τὸν Θεὸν πρὸς τὸ συμφέρον ἅπαντα οἰκονομοῦντα. Καὶ ἵνα μάθῃς, ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, κατανόησον, ὅτι ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, εἰ καὶ ψευδῆ, ἀλλ' ὅμως ἔσχεν εἰπεῖν, ὅτι Μὴ δωρεὰν Ἰὼβ σέβεταί σε; Ἐπειδὴ δὲ πάντα ἔλαβε, καὶ πάντων αὐτὸν ἐγύμνωσεν. ὁ δὲ τὴν αὐτὴν εὔνοιαν πρὸς τὸν Θεὸν διετήρησε, τότε λοιπὸν