1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

12

ἐνεφράγη τὸ ἀναίσχυντον στόμα, καὶ οὐδὲν οὐκέτι ἔσχεν εἰπεῖν· λαμπρότερος γὰρ ἀπὸ τῶν προτέρων ὁ δίκαιος ἦν. Τοῦ γὰρ ἐν πλούτῳ ζῶντα ποιεῖν ἐλεημοσύνην, τὸ πάντα ἀφαρπαγέντα γενναίως ἐνεγκεῖν καὶ μετ' εὐχαριστίας πολλῷ μεῖζόν ἐστιν, καθάπερ οὖν ἐπὶ τούτου δέδεικται τοῦ δικαίου· τότε πολλὴ ἡ φιλοφροσύνη πρὸς τοὺς συνδούλους ἦν, νῦν μέγα τὸ φίλτρον πρὸς τὸν ∆εσπότην ἐδείκνυτο. Τοῦτον δὲ οὐχ ἁπλῶς ἐκτείνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλοὶ πολλάκις ἐλεημοσύνας ποιοῦντες, χήρας διατρέφοντες, τὴν οὐσίαν διηρπάσθησαν ἅπασαν, ἕτεροι γινομένου τινὸς ἐμπρησμοῦ πάντα ἀπώλεσαν, ἄλλοι ναυαγίοις περιέπεσον, ἄλλοι συκοφαντίαις καὶ τοιαύταις τισὶν ἐπηρείαις μετὰ πολλὰς ἐλεημοσύνας εἰς πενίαν κατηνέχθησαν ἐσχάτην, καὶ ἀῤῥωστίαν καὶ νόσον, καὶ παρ' οὐδενὸς οὐδεμιᾶς ἀπήλαυσαν βοηθείας. Ἵνα οὖν μὴ λέγωμεν, ὃ πολλοὶ πολλάκις λέγουσιν, Οὐδεὶς οὐδὲν οἶδεν, ἱκανὰ τὰ εἰρημένα ἅπαντα τὸν τοιοῦτον θόρυβον ἐκβαλεῖν. Ὁ δεῖνα τοσαύτας ποιῶν ἐλεημοσύνας, φησὶ, πάντα ἀπώλεσε. Καὶ τί τοῦτο ὅτι πάντα ἀπώλεσεν; Ἂν γὰρ ὑπὲρ τῆς ἀπωλείας εὐχαριστήσῃ ταύτης, πολλῷ μείζονα παρὰ Θεοῦ ἐπισπάσεται τὴν εὔνοιαν, καὶ οὐ διπλασίονα, καθάπερ ὁ Ἰὼβ, ἀλλ' ἑκατονταπλασίονα ἀπολήψεται κατὰ τὴν μέλλουσαν ζωήν. Εἰ δὲ ἐνταῦθα πάσχει κακῶς, αὐτὸ δὴ τοῦτο μείζονα αὐτῷ προξενεῖ τὸν ἐκεῖ θησαυρὸν τὸ φέρειν γενναίως ἅπαντα· ἐπὶ γὰρ πλείονα αὐτὸν καλῶν σκάμματα καὶ παλαίσματα μείζονα, ἀπὸ τῆς εὐπορίας εἰς πενίαν ἀφῆκεν ἐμπεσεῖν ὁ Θεός. Πῦρ ἐπελθὸν πολλάκις κατηνάλωσέ σου τὴν οἰκίαν, καὶ τὴν οὐσίαν ἐδαπάνησεν ἅπασαν; Ἀναμνήσθητι τῶν τῷ Ἰὼβ συμβεβηκότων, εὐχαρίστησον τῷ ∆εσπότῃ τῷ δυναμένῳ κωλῦσαι, καὶ μὴ κωλύσαντι, καὶ τοσοῦτον λήψῃ μισθὸν, ὅσον εἰ πάντα ἐκεῖνα εἰς τὰς τῶν πενήτων ἀπέθου χεῖρας. Ἀλλ' ἐν πενίᾳ διάγεις καὶ λιμῷ, καὶ μυρίοις κινδύνοις. Ἀναμνήσθητι τοῦ Λαζάρου τοῦ καὶ νόσῳ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ μυρίοις τοιούτοις ἑτέροις πυκτεύοντος, καὶ ταῦτα μετὰ ἀρετὴν τοσαύτην· ἀναμνήσθητι τῶν ἀποστόλων, οἳ ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διῆγον, τῶν προφητῶν, τῶν πατριαρχῶν, τῶν δικαίων, καὶ πάντας αὐτοὺς εὑρήσεις ἐκείνους οὐ τῶν πλουτούντων, οὐδὲ τῶν τρυφώντων, ἀλλὰ τῶν πενο 49.31 μένων, τῶν θλιβομένων καὶ στενοχωρουμένων ὄντας. ιαʹ. Ταῦτα παρὰ σεαυτῷ λέγων, εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν, ἐπεὶ κἀκείνους οὐκ ἠφίει τοσαῦτα πάσχειν δεινὰ, εἰ μὴ ἂν καὶ σφόδρα ἐφίλει, ὅτι λαμπροτέρους αὐτοὺς διὰ τῶν κακῶν τούτων εἰργάζετο. Οὐδὲν εὐχαριστίας ἴσον ἀγαθὸν, ὥσπερ βλασφημίας χεῖρον οὐδέν· μὴ θαυμάσωμεν, ὅτι πνευματικοῖς ἐπιτιθέμενοι πράγμασι πολλὰ πάσχομεν δεινά. Ὥσπερ γὰρ οἱ λῃσταὶ οὐκ ἔνθα χόρτος καὶ ἄχυρα καὶ καλάμη, ἀλλ' ἔνθα χρυσίον καὶ ἀργύριον, ἐκεῖ διορύττουσι, καὶ συνεχῶς ἀγρυπνοῦσιν· οὕτω καὶ ὁ διάβολος τούτοις μάλιστα ἐπιτίθεται τοῖς πνευματικῶν ἁπτομένοις πραγμάτων. Ἐκεῖ πολλαὶ αἱ ἐπιβουλαὶ, ἔνθα ἀρετή· ἐκεῖ φθόνος ἔνθα ἐλεημοσύνη. Ἀλλ' ἔστιν ἡμῖν ἓν ὅπλον μέγιστον ὃ πάσας ἱκανὸν τὰς τοιαύτας μηχανὰς ἀποκρούσασθαι, τὸ διὰ πάντων τούτων εὐχαριστεῖν τῷ Θεῷ. Ὁ Ἄβελ, εἰπέ μοι, οὐχὶ τῶν πρωτείων τῷ Θεῷ ἀπαρξάμενος, ὑπὸ ἀδελφικῆς ἔπεσε χειρός; ἀλλ' ὅμως ὁ Θεὸς συνεχώρησεν, οὐχὶ μισῶν τὸν τιμήσαντα, ἀλλὰ καὶ σφόδρα φιλῶν, καὶ πρὸς τῷ τῆς καλλίστης ἐκείνης θυσίας στεφάνῳ καὶ ἕτερον αὐτῷ τὸν ἀπὸ τοῦ μαρτυρίου παρέχων στέφανον. Ὁ Μωϋσῆς ἠθέλησεν ἀδικουμένῳ βοηθῆσαί τινι καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσε καὶ τῆς πατρίδος ἐξέπεσε· καὶ ὁ Θεὸς συνεχώρησεν, ἵνα μάθῃς τῶν ἁγίων τὴν ὑπομονήν. Εἰ γὰρ προειδότες ὡς οὐδὲν πεισόμεθα δεινὸν, οὕτως ἡπτόμεθα τῶν πνευματικῶν πραγμάτων, οὐδὲν μέγα ἂν ἐδόξαμεν ποιεῖν, ἐνέχυρον τῆς ἀσφαλείας ἔχοντες τοιοῦτον· νυνὶ δὲ ἐντεῦθεν μάλιστα ἂν εἶεν θαυμαστοὶ οἱ τὰ τοιαῦτα πράττοντες, ὅτι καὶ κινδύνους καὶ ζημίας καὶ θανάτους καὶ μυρία κακὰ προορώμενοι, ὅμως τῶν τοιούτων οὐκ ἀφίσταντο κατορθωμάτων, οὐδὲ ὀκνηρότεροι ἐγίνοντο ταῖς τῶν