1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

13

φόβων προσδοκίαις. Καθάπερ οὖν οἱ τρεῖς παῖδες ἔλεγον· Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν· καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τί ποτε ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα κινδύνους, πολλὰς ζημίας, πολλοὺς θανάτους· καὶ μὴ ξενίζου, μηδὲ θορυβοῦ συμβαινόντων τούτων. Τέκνον γὰρ, φησὶν, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Οὐδεὶς τοίνυν πυκτεύειν αἱρούμενος χωρὶς τραυμάτων προσδοκᾷ στέφανον ἀναδήσασθαι. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πρὸς τὸν διάβολον παγκρατιάζειν καταδεξάμενος, μὴ τὸν ἀκίνδυνον καὶ τρυφῆς γέμοντα δίωκε βίον· οὐ γὰρ ἐνταῦθά σοι τὰς ἀμοιβὰς καὶ τὰς ὑποσχέσεις, ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ἅπαντα ὑπέσχετο ὁ Θεὸς τὰ λαμπρά. Ὅταν οὖν ἢ αὐτός τι ποιήσας ἀγαθὸν, τὰ ἐναντία ἀπολάβῃς, ἢ ἕτερον τοῦτο πάσχοντα ἴδῃς, εὐφραίνου καὶ χαῖρε· μείζονος γὰρ ἀμοιβῆς ὑπόθεσις τὸ πρᾶγμά σοι γίνεται· οὐ μὴ καταπέσῃς, μηδὲ καταλύσῃς τὴν προθυμίαν, μηδὲ ὀκνηρότερος γένῃ, ἀλλὰ μᾶλλον ἐπιτίθεσο μετὰ πλείονος τῆς προθυμίας. Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγ 49.32 γελλον κήρυγμα. Καὶ ἔστιν ἰδεῖν Παῦλον ἐν αὐτῷ τῷ δεσμωτηρίῳ, ἐν αὐταῖς ταῖς ἁλύσεσι κατηχοῦντα, μυσταγωγοῦντα, καὶ ἐν δικαστηρίῳ πάλιν τὸ αὐτὸ τοῦτο ποιοῦντα, καὶ ἐν ναυαγίῳ, καὶ ἐν χειμῶνι, καὶ ἐν μυρίοις κινδύνοις. Καὶ σὺ τούτους ζήλωσιν τοὺς ἁγίους, καὶ τῶν ἀγαθῶν ἔργων, ἕως ἂν δύναιο, μὴ ἐκπέσῃς· κἂν μυριάκις ἴδῃς διακόπτοντά σε τὸν διάβολον, μηδέποτε ἀποστῇς. Σὺ μὲν γὰρ χρήματα διακομίζων, ἴσως ναυαγίῳ περιέπεσες· ὁ δὲ Παῦλος, ὃ πάντων χρημάτων τιμιώτερον ἦν, τὸν λόγον βαστάζων εἰς τὴν Ῥώμην ἀπῄει, καὶ ναυαγίῳ περιέπεσε, καὶ μυρία ὑπέστη δεινά. Καὶ τοῦτο αὐτὸς ἐδήλωσεν εἰπὼν, ὅτι Πολλάκις ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς. καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Καὶ ὁ Θεὸς συνεχώρησεν, ἐκ περιουσίας τὴν ἑαυτοῦ δύναμιν δηλῶν, καὶ δεικνὺς ὅτι καὶ μυρία ποιοῦντος τοῦ διαβόλου καὶ κωλύοντος, οὐδὲν ταύτῃ τὰ τοῦ κηρύγματος ἠλαττοῦτο καὶ διεκόπτετο. ∆ιὰ τοῦτο ἐν ἅπασιν ὁ Παῦλος ηὐχαρίστει τῷ Θεῷ, εἰδὼς ὅτι εὐδοκιμώτερον αὐτὸν διὰ τούτων εἰργάζετο, καὶ τῆς προθυμίας αὐτοῦ τὸ σφοδρὸν ἐν ἅπασιν ἐδείκνυεν, οὐδενὶ τούτων τῶν κωλυμάτων ἐγκοπτόμενος. Ὁσάκις οὖν ἂν ἀποτύχωμεν, τοσαυτάκις ἁπτώμεθα τῶν πνευματικῶν ἔργων, καὶ μὴ λέγωμεν, τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς τὰ κωλύματα; διὰ τοῦτο γὰρ συνεχώρησεν, ἵνα σου τὴν προθυμίαν τοῖς πολλοῖς δείξῃ μᾶλλον καὶ τὸ πολὺ φίλτρον· φιλοῦντος γὰρ μάλιστα τοῦτό ἐστι, τὸ μηδέποτε ἀφίστασθαι τῶν τῷ φιλουμένῳ δοκούντων. Ὁ μὲν γὰρ χαῦνος καὶ ῥᾴθυμος ἐκ πρώτης εὐθέως ἀναπεσεῖται τῆς προσβολῆς· ὁ δὲ σφοδρὸς καὶ διεγηγερμένος, κἂν μυριάκις ἐγκόπτηται. τοσούτῳ μειζόνως ἐπιθήσεται τοῖς κατὰ Θεὸν πράγμασι, τὰ παρ' ἑαυτοῦ πάντα πληρῶν, καὶ ἐν ἅπασιν εὐχαριστῶν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν. Μέγας θησαυρὸς ἡ εὐχαριστία, μέγας πλοῦτος, ἀνάλωτον ἀγαθὸν, ὅπλον ἰσχυρόν· ὥσπερ οὖν ἡ βλασφημία τὴν οὖσαν ἐπιτείνει ζημίαν, καὶ ὧν ἀπωλέσαμεν πλείονα προσαπολέσαι ποιεῖ. Ἀπώλεσας χρήματα; ἂν μὲν εὐχαριστήσῃς, ἐκέρδανας τὴν ψυχὴν καὶ μείζονα ἐκτήσω τὸν πλοῦτον, τοῦ Θεοῦ πλείω τὴν εὔνοιαν ἐπισπασάμενος· ἂν βλασφημήσῃς, προσαπώλεσας καὶ τὴν σωτηρίαν τὴν σαυτοῦ, καὶ οὐδὲ ἐκεῖνα ἀνεκτήσω, καὶ ἣν εἶχες ψυχὴν, καὶ ταύτην κατέθυσας. ιβʹ. Ἀλλ' ἐπειδὴ περὶ βλασφημίας ἡμῖν ὁ λόγος ἐγένετο νῦν, μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν ἀντὶ τῆς δημηγορίας ταύτης, καὶ τῆς διαλέξεως, ἵνα μοι τοὺς ἐν τῇ πόλει βλασφημοῦντας σωφρονίσητε. Κἂν ἀκούσῃς τινὸς ἐν ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ μέσῃ βλασφημοῦντος τὸν Θεὸν, πρόσελθε, ἐπιτίμησον, κἂν πληγὰς ἐπιθεῖναι δέῃ, μὴ παραιτήσῃ· ῥάπισον αὐτοῦ τὴν ὄψιν, σύντριψον τὸ στόμα, ἁγίασόν σου τὴν χεῖρα διὰ