1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

14

τῆς πληγῆς, κἂν ἐγκαλῶσί τινες, κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθησον· κἂν ἐπὶ τοῦ βήματος εὐθύνας ὁ δικαστὴς ἀπαιτήσῃ, εἰπὲ μετὰ παῤῥησίας, ὅτι τὸν βασιλέα τῶν ἀγγέλων ἐβλασφήμησεν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα τοὺς βλασφημοῦντας κολάζεσθαι χρὴ, πολλῷ μᾶλλον τοὺς ἐκεῖνον ὑβρίζοντας. Κοινόν ἐστι τὸ ἔγκλημα, δημόσιον τὸ ἀδίκημα, ἔξεστιν ἑκάστῳ τῶν βουλομένων κατηγορεῖν· μανθανέτωσαν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ὅτι σωτῆρές εἰσι τῆς πόλεως οἱ Χριστιανοὶ, καὶ κηδεμόνες καὶ προστάται καὶ διδάσκαλοι, καὶ μανθανέτωσαν αὐτὸ τοῦτο οἱ ἀκόλαστοι 49.33 καὶ διεστραμμένοι, ὅτι καὶ τοὺς τοῦ Θεοῦ δούλους φοβεῖσθαι αὐτοὺς χρὴ, ἵνα κἂν ἕλωνταί ποτε φθέγξασθαί τι τοιοῦτον, ἀλλήλους πανταχοῦ περιβλέπωνται, καὶ τὰς σκιὰς τρέμωσιν, ἀγωνιῶντες μήπου ὁ Χριστιανὸς ἀκούσας ἐπιπηδήσῃ, καὶ κολάσῃ σφοδρότερον. Οὐκ ἤκουσας τί Ἰωάννης ἐποίησε; Τύραννον εἶδεν ἄνθρωπον γάμων ἀνατρέποντα νόμους, καὶ μετὰ παῤῥησίας ἐν μέσῳ τῆς ἀγορᾶς φησιν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Ἐγὼ δέ σε οὐκ ἐπὶ τύραννον ἤγαγον, οὐδὲ δικαστὴν, οὐδὲ ὑπὲρ γάμων παρανομουμένων, οὐδὲ ὑπὲρ συνδούλων ὑβριζομένων, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην παροινίας, τὸν ὁμότιμον ἀξιῶ σωφρονίζειν. Ἆρά γε εἰ ἔλεγόν σοι, ὅτι τοὺς βασιλεῖς ἢ τοὺς δικαστὰς παρανομοῦντας κόλαζε καὶ διόρθου, οὐκ ἄν με μαίνεσθαι ἔφης; Καίτοι γε Ἰωάννης τοῦτο ἐποίησεν· οὕτως οὐδὲ τοῦτο μεῖζον ἡμῶν. Νῦν δὲ κἂν τὸν ὁμόδουλον, κἂν τὸν ὁμότιμον διόρθωσον, κἂν ἀποθανεῖν δέῃ, σωφρονίζειν τὸν ἀδελφὸν μὴ ἀποκνήσῃς, μαρτύριόν σοι τοῦτό ἐστιν· ἐπεὶ καὶ Ἰωάννης μάρτυς ἦν. Καίτοι γε οὐ θῦσαι ἐκελεύσθη, οὐδὲ προσκυνῆσαι εἴδωλον, ἀλλ' ὑπὲρ τῶν ἱερῶν νόμων ὑβριζομένων τὴν κεφαλὴν ἀπέθετο· καὶ σὺ τοίνυν ἀγώνισαι μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Καὶ μή μοι λέγε τὸ ψυχρὸν τοῦτο ῥῆμα, Τί δέ μοι μέλει; οὐδὲν κοινὸν ἔχω πρὸς αὐτόν. Πρὸς τὸν διάβολον οὐδὲν ἔχομεν κοινὸν μόνον, πρὸς δὲ τοὺς ἀνθρώπους ἅπαντας πολλὰ ἔχομεν κοινά. Τῆς γὰρ φύσεως ἡμῖν τῆς αὐτῆς μετέχουσι, τὴν αὐτὴν γῆν οἰκοῦσι, καὶ ταῖς αὐταῖς τρέφονται τροφαῖς, τὸν αὐτὸν ἔχουσι ∆εσπότην, τοὺς αὐτοὺς ἐδέξαντο νόμους, ἐπὶ τὰ αὐτὰ ἡμῖν παρακαλοῦνται ἀγαθά. Μὴ τοίνυν λέγωμεν ὡς οὐδὲν ἡμῖν κοινὸν πρὸς αὐτούς· σατανικὴ γὰρ αὕτη ἡ φωνὴ, διαβολικὴ ἡ ἀπανθρωπία· μὴ τοίνυν ταῦτα 49.34 λέγωμεν, ἀλλὰ τὴν πρέπουσαν ἀδελφοῖς κηδεμονίαν ἐπιδειξώμεθα. Ἐγὼ δὲ τοῦτο μετὰ πάσης ὑπισχνοῦμαι ἀκριβείας, καὶ ἐγγυῶμαι πᾶσιν ὑμῖν, ὅτι εἰ ὑμεῖς βουληθείητε πάντες οἱ παρόντες ἐνταῦθα διανείμασθαι τὴν σωτηρίαν τῶν τὴν πόλιν οἰκούντων, ταχέως ἡμῖν ἅπασα διορθοῦται. Καίτοι γε τὸ ἐλάχιστον μέρος τῆς πόλεως ἐνταῦθά ἐστιν, ἐλάχιστον κατὰ τὸ πλῆθος, τὸ δὲ κεφάλαιον κατὰ τὴν εὐσέβειαν. ∆ιανειμώμεθα τοίνυν τὴν τῶν ἀδελφῶν ἡμῶν σωτηρίαν· ἀρκεῖ εἷς ἄνθρωπος ζήλῳ πεπυρωμένος ὁλόκληρον διορθώσασθαι δῆμον. Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον τῆς τῶν ἠμελημένων ἐπιμελείας ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται καὶ καταπίπτουσι. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι, καὶ καταλλάττειν τοὺς μαχομένους· τί δὲ λέγω μάχην; εἰ καταπεσόντα ἴδωμεν ὄνον, πάντες χεῖρα ὀρέγειν καὶ συνδιανιστᾷν σπεύδομεν· τῶν δὲ ἀδελφῶν ἀπολλυμένων ἀμελεῖν; Ὄνος ἐστὶν ὁ βλάσφημος, καὶ θυμοῦ φορτίον οὐκ ἐνεγκὼν, κατέπεσε· πρόσελθε, καὶ διανάστησον καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων, καὶ δι' ἐπιεικείας καὶ σφοδρότητος ποικίλον ἔστω τὸ φάρμακον. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τῆς τῶν πλησίον ἀντιλαμβανώμεθα σωτηρίας, ταχέως κἀκείνοις αὐτοῖς τοῖς τῆς διορθώσεως ἀπολαύουσι ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι· καὶ ὃ πάντων ἐστὶ μεῖζον, τῶν ἀποκειμένων ἀπολαύσομεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου