1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

16

ὥσπερ βάραθρον ἐγκαταλιμπάνουσιν, ὥσπερ πυρᾶς ἀποπηδῶσι· καὶ καθάπερ οἰκίας ἁπτομένης οὐχ οἱ τὴν οἰκίαν οἰκοῦντες μόνον, ἀλλὰ καὶ πάντες οἱ πλησίον μετὰ πολλῆς ἀποπηδῶσι τῆς σπουδῆς, γυμνὸν τὸ σῶμα διασῶσαι σπουδάζοντες· οὕτω δὴ καὶ νῦν τῆς βασιλικῆς ὀργῆς καθάπερ πυρᾶς τινος ἄνωθεν ἥξειν προσδοκωμένης, πρὶν ἐπ' αὐτοὺς ὁδῷ βαδίζον ἔλθῃ τὸ πῦρ, ἕκαστος ἐπείγεται προεξελθεῖν, καὶ γυμνὸν διασῶσαι τὸ σῶμα· καὶ γέγονεν ἡμῶν αἴνιγμα νῦν ἡ συμφορά. Χωρὶς πολεμίων φυγὴ, χωρὶς μάχης μετανάστασις, χωρὶς ἁλώσεως αἰχμαλωσία· οὐκ εἴδομεν βαρβαρικὸν πῦρ, οὐδὲ πολεμίων ὄψιν ἐθεασάμεθα, καὶ τὰ τῶν ἑαλωκότων πάσχομεν. Πάντες νῦν τὰς ἡμετέρας μανθάνουσι συμφοράς· τοὺς γὰρ ἡμετέρους ὑποδεχόμενοι φυγάδας παρ' ἐκείνων τὴν τῆς πόλεως μανθάνουσι πληγήν.

βʹ. Ἀλλ' οὐκ αἰσχύνομαι ἐπὶ τούτῳ, οὐδὲ ἐρυθριῶ. Μανθανέτωσαν ἅπαντες τὰ τῆς πόλεως πάθη, ἵνα συναλγήσαντες τῇ μητέρι, κοινὴν ἀπὸ τῆς γῆς ἁπάσης ἀνενέγκωσι τῷ Θεῷ φωνὴν, καὶ ὁμοθυμαδὸν τὴν κοινὴν ἁπάντων μητέρα καὶ τροφὸν παρὰ τοῦ τῶν οὐρανῶν ἐξαιτήσωνται βασιλέως. Ἐσείσθη πρῴην ἡμῖν ἡ πόλις, ἀλλὰ νῦν αὐταὶ σαλεύονται τῶν οἰκητόρων αἱ ψυχαί· τότε ἐσείετο τὰ θεμέλια τῶν οἰκημάτων, νῦν δὲ αὐτὰ δονεῖται τὰ θεμέλια τῆς ἑκάστου καρδίας, καὶ καθ' ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν τὸν θάνατον πάντες βλέπομεν, καὶ φόβῳ συζῶμεν διηνεκεῖ, καὶ τὴν τοῦ Κάϊν ὑπομένομεν τιμωρίαν ἐλεεινότερον τῶν ποτὲ τὸ δεσμωτήριον οἰκούντων διακείμενοι, καὶ πολιορκίαν πολιορκούμενοι ξένην τινὰ καὶ καινὴν, καὶ τῆς νενομισμένης δεινοτέραν. Οἱ μὲν γὰρ ὑπὸ τῶν πολεμίων τοῦτο πάσχοντες, ἔσω τειχῶν ἀποκλείονται μόνον, ἡμῖν δὲ καὶ ἡ ἀγορὰ ἄβατος γέγονε, καὶ τοῖς τοίχοις ἕκαστος τῆς οἰκίας ἐναποκέκλεισται τῆς ἑαυτοῦ. Καὶ καθάπερ τοὺς πολιορκουμένους οὐκ ἀσφαλὲς ὑπερβῆναι τὸ τεῖχος, τῶν πολεμίων ἔξω περικαθημένων· οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστήριον ἁπλῶς καὶ ὡς ἔτυχεν ἕλκοντας. ∆ιὰ τοῦτο ἐλεύθεροι μετὰ τῶν οἰκετῶν τῶν ἑαυτῶν ἔνδον συμπεποδισμένοι κάθηνται, τίς συνελήφθη, τίς ἀπήχθη, τίς ἐκολάσθη σήμερον; πῶς καὶ τίνι τρόπῳ; μεριμνῶντες καὶ περιεργα 49.36 ζόμενοι παρ' ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλλοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ' ἡμέραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει. Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυτοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν ἡμῖν πάντες ἐκεῖνοι. Καὶ καθάπερ δρυμοῦ συμφύτου πολλῶν πανταχόθεν ἐκκοπέντων δένδρων, ἀτερπὴς ἡ ὄψις γίνεται, ἢ καθάπερ κεφαλῆς φαλακρώματα ἐχούσης πολλὰ, οὕτω δὴ καὶ τὸ τῆς πόλεως ἔδαφος, τῶν ἀνθρώπων ἐλαττωθέντων, καὶ ὀλίγων σποράδην φαινομένων, ἀτερπὲς γέγονε νῦν, καὶ πολλὴν τῶν ὁρώντων καταχέει τῆς ἀθυμίας τὴν ἀχλύν. Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλιακῶν ἀκτίνων ὁ κύκλος στυγνάζειν μοι δοκεῖ νῦν, καὶ ἀμαυρότερος φαίνεσθαι, οὐ τῶν στοιχείων τὴν φύσιν μεταβαλλόντων, ἀλλὰ τῶν ἡμετέρων ὀφθαλμῶν τῷ τεθολῶσθαι τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων δέχεσθαι φῶς. Τοῦτό ἐστιν ὃ πάλαι ὁ προφήτης ἐθρήνει λέγων· ∆ύσεται αὐτοῖς ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἡ ἡμέρα. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς τοῦ ἄστρου κρυπτομένου, οὐδὲ ὡς τῆς ἡμέρας ἀφανιζομένης, ἀλλ' ὡς τῶν ἀθυμούντων οὐδὲ ἐν μεσημβρίᾳ δυναμένων ὁρᾷν τὸ φῶς διὰ τὸν ἀπὸ τῆς ὀδύνης ζόφον· ὃ δὴ καὶ νῦν