1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

23

ἁμαρτημάτων. Πλούσιόν σε ἐποίησεν ὁ Θεὸς, τί σαυτὸν ποιεῖς πένητα; Πλούσιόν σε ἐποίησεν, ἵνα τοῖς δεομένοις βοηθῇς, ἵνα τὰ ἁμαρτήματα λύσῃς τὰ σαυτοῦ διὰ τῆς εἰς ἑτέρους δαψιλείας· δέδωκέ σοι χρήματα, οὐχ ἵνα κατακλείσῃς ἐπ' ὀλέθρῳ τῷ σῷ, ἀλλ' ἵνα ἐκχέῃς ἐπὶ σωτηρίᾳ τῇ σῇ. ∆ιὰ τοῦτο καὶ τὴν κτῆσιν αὐτῶν ἄδηλον ἐποίησε καὶ οὐ μόνιμον, ἵνα καὶ ἐν τούτῳ τῆς περὶ αὐτὰ μανίας καταλύσῃ τὸν τόνον. Εἰ γὰρ νῦν οὐκ ἔχοντες θαῤῥεῖν οἱ κεκτημένοι περὶ αὐτῶν, ἀλλὰ καὶ πολλὰς ὁρῶντες ἐκ τοῦ πράγματος τικτομένας ἐπιβουλὰς, οὕτως ἐκκαίονται περὶ τὸν ἐκείνων πόθον, εἰ καὶ τοῦτο προσῆν τῷ πλούτῳ τὸ βέβαιον καὶ ἀδιάπτωτον, τίνος ἂν ἐφείσαντο; τίνος ἂν ἀπέσχοντο; ποίας χήρας, ποίων ὀρφανῶν, ποίων πενήτων; Μὴ τοίνυν μέγα νομίζωμεν ἀγαθὸν εἶναι πλοῦτον· μέγα γὰρ ἀγαθὸν, οὐ τὸ κεκτῆσθαι χρήματα, ἀλλὰ τὸ κεκτῆσθαι φόβον Θεοῦ καὶ πᾶσαν εὐλάβειαν. Ἰδοὺ νῦν εἴ τις δίκαιος ἦν καὶ παῤῥησίαν πολλὴν ἔχων πρὸς τὸν Θεὸν, κἂν εἰ πάντων ἀνθρώπων πενέστερος ἦν, ἤρκει λῦσαι τὰ παρόντα δεινά· ἤρκει γὰρ μόνον τὰς χεῖρας ἐκτεῖναι εἰς τὸν οὐρανὸν καὶ καλέσαι τὸν Θεὸν, καὶ τὸ νέφος τοῦτο παρῆλθεν ἄν. Χρυσίον δὲ τοσοῦτον ἀπόκειται, καὶ πηλοῦ παντός ἐστιν ἀχρηστότερον πρὸς τὴν λύσιν τῶν ἐπικειμένων κακῶν· οὐκ ἐν τούτῳ δὲ τῷ κινδύνῳ μόνον, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις ἀπορουμένη, 49.44 καὶ μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι. Ἕν ἐστιν ὃ δοκεῖ τῆς πενίας πλεονεκτεῖν ὁ πλοῦτος, τὸ τρυφᾷν καθ' ἡμέραν, καὶ πολλῆς ἐμφορεῖσθαι ἐν τοῖς συμποσίοις τῆς ἡδονῆς. Τοῦτο μέντοι καὶ ἐπὶ τῆς τῶν πενήτων τραπέζης συμβαῖνον ἔστιν ἰδεῖν, καὶ μείζονος τούτους ἀπολαύοντας ἡδονῆς τῶν πλουτούντων ἁπάντων. Καὶ μὴ θαυμάσητε, μηδὲ παράδοξον εἶναι νομίσητε τὸ λεγόμενον· ἐγὼ γὰρ ἐξ αὐτῆς ὑμῖν τοῦτο τῆς τῶν πραγμάτων ἀποδείξεως ποιήσω δῆλον. Ἴστε γὰρ δήπου τοῦτο καὶ συνομολογεῖτε πάντες, ὅτι τὴν ἡδονὴν ἐν ταῖς ἑστιάσεσιν οὐχ ἡ φύσις τῶν ἐδεσμάτων, ἀλλ' ἡ διάθεσις τῶν ἑστιωμένων ποιεῖν εἴωθεν· οἷόν τι λέγω· μετὰ τοῦ πεινῇν τις ἁπτόμενος τραπέζης, παντὸς ὄψου καὶ ἡδύσματος καὶ μυρίων καρυκευμάτων ἥδιον ἅψεται τῆς τροφῆς, κἂν ἁπάντων εὐτελεστέρα ᾖ· ὁ δὲ μὴ τὴν χρείαν ἀναμένων, μηδὲ ὑπομένων πεινῆσαι πρῶτον, ὅπερ οἱ πλουτοῦντες ποιοῦσι, καὶ τότε ἐπὶ τὴν τράπεζαν ἐλθεῖν, κἂν πλακοῦντας εὕρῃ κειμένους, οὐκ αἰσθήσεται τῆς ἡδονῆς, τῆς ὀρέξεως αὐτῷ μὴ διεγηγερμένης. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, μάρτυρες μὲν καὶ ὑμεῖς πάντες· ἀκούσωμεν δὲ καὶ τῆς Γραφῆς αὐτὸ τοῦτο λεγούσης· Ψυχὴ γὰρ ἐμπεπλησμένη, φησὶ, κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκερὰ φαίνεται. Καίτοι τί κηρίου καὶ μέλιτος γλυκύτερον γένοιτ' ἄν; ἀλλ' οὐκ ἔστιν ἡδὺ τῷ μὴ πεινῶντι, φησί· τί δὲ τῶν πικρῶν ἀηδέστερον; ἀλλ' ἔστι γλυκέα τοῖς ἐν ἐνδείᾳ καθεστηκόσιν. Ὅτι δὲ οἱ πένητες μετὰ τῆς χρείας καὶ τοῦ πεινῇν ἐπὶ τὸ πρᾶγμα ἔρχονται, οἱ δὲ πλουτοῦντες οὐκ ἀναμένουσι τοῦτο, παντί που δῆλόν ἐστιν· ὅθεν οὐδὲ γνησίαν καὶ εἰλικρινῆ καρποῦνται τὴν ἡδονήν. Οὐκ ἐπὶ τῶν ἐδεσμάτων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ποτῶν τοῦτο αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· καὶ ὥσπερ ἐκεῖ τὸ πεινῇν πρὸ τῆς τῶν ἐδεσμάτων φύσεως ἡδονὴν ἐργάζεται· οὕτω καὶ ἐνταῦθα τὸ διψῇν ἥδιστον ποιεῖν εἴωθε τὸ ποτὸν, κἂν ὕδωρ ᾖ τὸ πινόμενον μόνον. Καὶ τοῦτο αὐτὸ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Καίτοι τοῦτ' οὐδαμοῦ τῆς Γραφῆς ἀνέγνωμεν, ὅτι μέλι ἐκ πέτρας ἐξήγαγεν ὁ Μωσῆς, ἀλλὰ πανταχοῦ ποταμοὺς καὶ ὕδατα καὶ ψυχρὰ νάματα. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; οὐδὲ γὰρ ψεύδεται ἡ Γραφή· ἐπειδὴ γὰρ διψῶντες καὶ καταπονούμενοι τῇ ἐνδείᾳ, ψυχροτέροις προσέπιπτον τοῖς νάμασι, τὴν ἡδονὴν τὴν ἐκ τοῦ ποτοῦ παραστῆσαι βουλόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως μεταβληθείσης εἰς μέλι, ἀλλ' ὡς τῆς διαθέσεως μέλιτος ἡδίω ποιούσης ἐκεῖνα τὰ νάματα. Ἔμαθες πῶς καὶ ποτὸν ἡδὺ ποιεῖν εἴωθεν ἡ τῶν διψώντων διάθεσις; Πολλοὶ γοῦν πολλάκις πένητες