1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

33

ἡμέτερα ἁμαρτήματα χαλεπώτερα ταύτῃ ποιήσομεν, πάσης ἑαυτοὺς ἀποστεροῦντες ἀπολογίας. Ὁ γὰρ πικρῶς τὰ ἀλλότρια ἐξετάζων, ἐν τοῖς καθ' ἑαυτὸν πλημμελήμασιν οὐδεμιᾶς ἀπολαύσεται συγγνώμης ποτέ. Οὐδὲ γὰρ ἀπὸ τῆς φύσεως τῶν πεπλημμελημένων ἡμῖν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κρίσεως τῆς σῆς περὶ ἑτέρων οἴσει τὴν ψῆφον ὁ Θεός. ∆ιὰ τοῦτο παρῄνεσε λέγων· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· οὐ γὰρ οἷον γέγονε τὸ ἁμάρτημα, τοιοῦτον ἐκεῖ φανεῖται λοιπὸν, ἀλλὰ πολλήν τινα καὶ ἀπαραίτητον προσθήκην λήψεται ἀπὸ τῆς εἰς τὸν σύνδουλόν σου παρὰ σοῦ γεγενημένης κρίσεως. Ὥσπερ γὰρ ὁ φιλάνθρωπος, καὶ ἥμερος, καὶ συγγνωμονικὸς ὑποτέμνεται τὸν πλείονα τῶν ἁμαρτημάτων ὄγκον· οὕτως ὁ πικρὸς, καὶ ὠμὸς, καὶ ἀπαραίτητος πολὺ τοῖς οἰκείοις ἁμαρτήμασι προστίθησι μέγεθος. Ἐξορίσωμεν τοίνυν ἀπὸ τοῦ στόματος ἡμῶν κακηγορίαν ἅπασαν, εἰδότες ὅτι κἂν τέφραν ἐσθίωμεν, οὐδὲν ὄφελος ἡμῖν τῆς σκληραγωγίας ταύτης, ἂν κακηγορίας μὴ ἀποσχώμεθα. Οὐ γὰρ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἀπὸ τοῦ στόματος. Εἴ τις ἀνακινήσειε βόρβορον σοῦ παριόντος, εἰπέ μοι, οὐ λοιδορεῖς, καὶ ὑβρίζεις τὸν τοῦτο ποιοῦντα; Τοῦτο καὶ ἐπὶ τῶν κακηγόρων ποίησον. Οὐ γὰρ οὕτως ἀνακινούμενος βόρβορος πλήττει τὴν μήνιγγα τῶν τὴν δυσωδίαν δεχομένων ἐκείνην, ὡς ἁμαρτήματα ἀλλότρια ἀνα 49.56 κινούμενα, καὶ βίος ἀκάθαρτος ἐκκαλυπτόμενος λυπεῖ τῶν ἀκουόντων τὴν ψυχὴν καὶ ἐξίστησιν. Ἀπεχώμεθα τοίνυν κακηγορίας, αἰσχρολογίας, βλασφημίας. καὶ μήτε τὸν πλησίον, μήτε τὸν Θεὸν λέγωμεν κακῶς. Πολλοὶ γὰρ εἰς τοῦτο μανίας ἐξώκειλαν τῶν κακηγόρων, ὡς ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν ∆εσπότην ἀναστῆσαι τὴν γλῶτταν τὴν ἑαυτῶν. Ὅσον δὲ τοῦτό ἐστι κακὸν, ἀπὸ τῶν κατεχόντων νῦν ἡμᾶς μάνθανε πραγμάτων. Ἰδοὺ γοῦν ἄνθρωπος ὑβρίσθη, καὶ πάντες δεδοίκαμεν καὶ τρέμομεν, οἵ τε ὑβρικότες οἵ τε μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· ὁ δὲ Θεὸς καθ' ἑκάστην ἡμέραν ὑβρίζεται· τί λέγω καθ' ἑκάστην ἡμέραν; καθ' ἑκάστην μὲν οὖν ὥραν, παρὰ πλουτούντων, παρὰ πενήτων, παρὰ τῶν ἐν ἀνέσει, παρὰ τῶν ἐν θλίψει, παρὰ τῶν ἐπηρεαζόντων, παρὰ τῶν ἐπηρεαζομένων, καὶ οὐδεὶς οὐδαμοῦ λόγος. ∆ιὰ τοῦτο συνεχώρησεν ὑβρισθῆναι τὸν ὁμόδουλον, ἵνα ἀπὸ τοῦ κινδύνου τοῦ διὰ τὴν ὕβριν γενομένου ταύτην τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν μάθῃς. Καίτοι τοῦτο νῦν πρῶτον καὶ μόνον γέγονεν. ἀλλ' ὅμως οὐδὲ διὰ τοῦτο προσδοκῶμεν ἀπολαύσεσθαι συγγνώμης τινὸς οὐδὲ ἀπολογίας· τὸν δὲ Θεὸν καθ' ἑκάστην παροργίζομεν τὴν ἡμέραν, καὶ οὐδεμίαν ποιούμεθα τὴν ἐπιστροφὴν, καὶ ἔτι φέρει μετὰ μακροθυμίας ἁπάσης. Εἶδες πόση ἡ φιλανθρωπία τοῦ ∆εσπότου; Καίτοι γε ἐπὶ τῆς παρανομίας ταύτης οἱ πεπλημμεληκότες ἑάλωσαν, καὶ εἰς δεσμωτήριον ἐνέπεσον, καὶ δίκην ἔδοσαν, ἀλλ' ὅμως ἔτι δεδοίκαμεν· καὶ γὰρ οὔπω ἤκουσε τὰ γεγενημένα ὁ ὑβρισθεὶς, οὐδὲ ψῆφον ἐξήνεγκε, καὶ πάντες τρέμομεν· ὁ δὲ Θεὸς καθ' ἑκάστην ἀκούει τὴν ἡμέραν τὰς εἰς αὐτὸν γινομένας ὕβρεις, καὶ οὐδεὶς ἐπιστρέφεται, καὶ ταῦτα οὕτως ὄντος ἡμέρου καὶ φιλανθρώπου τοῦ Θεοῦ. Ἐκεῖ μὲν γὰρ ἀρκεῖ τὸ ἁμάρτημα μόνον εἰπεῖν, καὶ λῦσαι τὸ ἔγκλημα· ἐπὶ δὲ τῶν ἀνθρώπων τοὐναντίον ἅπαν· ὅταν ὁμολογήσωσιν οἱ ἡμαρτηκότες, τότε μειζόνως κολάζονται· ὃ δὴ καὶ νῦν γέγονε. Καὶ οἱ μὲν σιδήρῳ, οἱ δὲ πυρὶ, οἱ δὲ θηρίοις παραδοθέντες ἀπώλοντο, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ παῖδες. Καὶ οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐχ ἡ τοῦ δήμου ῥύμη, οὐ τὸ μανίᾳ δαιμόνων ἐμπλησθέντας ταῦτα ποιῆσαι, οὐχ ἡ δοκοῦσα ἀπαίτησις ἀφόρητος εἶναι, οὐ πενία, οὐ τὸ κοινῇ μετὰ πάντων ἁμαρτεῖν, οὐ τὸ ὑποσχέσθαι μηδέποτε τοιαῦτα τολμήσειν λοιπὸν, οὐκ ἄλλο οὐδὲν αὐτοὺς ὅλως ἐξείλετο· ἀλλὰ συγγνώμης χωρὶς ἁπάσης ἐπὶ τὸ βάραθρον ἀπήγοντο, στρατιωτῶν ἐνόπλων ἑκατέρωθεν αὐτοὺς περιαγόντων καὶ παρατηρούντων, μή τις ἐξαρπάσῃ τοὺς καταδίκους· καὶ παρηκολούθουν μητέρες πόῤῥωθεν μὲν ὁρῶσαι τοὺς παῖδας ἀποτεμνομένους, ὀδύρεσθαι δὲ τὴν συμφορὰν οὐ τολμῶσαι· ἐνίκα γὰρ τὸ πάθος ὁ φόβος, καὶ τῆς φύσεως ἐκράτει τὸ δέος. Καὶ καθάπερ