1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

35

εἴποιμι πρὸς τοὺς τὰ τοιαῦτα λέγοντας; Ὅτι 49.58 εἰ καὶ τῆς παρούσης στάσεως ἀναίτιος ἦν ὁ ἁλοὺς, ἀλλ' ἑτέραν ἁμαρτίαν εἰργάσατό ποτε χαλεπωτέραν, εἶτα μὴ μεταβαλλόμενος, ἐν τῇ παρούσῃ δίκην ἔδωκε. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοῦτο ποιεῖν· ὅταν ἁμάρτωμεν, οὐκ εὐθέως ἐπεξέρχεται τοῖς πλημμελήμασιν, ἀλλ' ἀνίησι, διδοὺς ἡμῖν προθεσμίαν μετανοίας, ὥστε διορθώσασθαι καὶ μεταβαλέσθαι· ἂν δὲ διὰ τὸ μὴ δοῦναι δίκην, νομίσαντες καὶ τὸ ἁμάρτημα ἐξηλεῖφθαι, καταφρονήσωμεν, ἔνθα οὐχ ὑπονοοῦμεν, ἐκεῖ μετὰ ταῦτα ἁλωσόμεθα πάντως. Τοῦτο δὲ γίνεται, ἵνα ὅταν ἁμάρτωμεν, καὶ μὴ κολασθῶμεν, μὴ θαρσήσωμεν, ἂν μὴ μεταβαλώμεθα, εἰδότες ὅτι ἔνθα οὐ προσδοκῶμεν, ἐμπεσούμεθα πάντως. Ὥστε, ἂν ἁμαρτήσῃς, καὶ μὴ κολασθῇς, μὴ καταφρονήσῃς, ἀγαπητέ· ἀλλὰ δι' αὐτὸ τοῦτο μειζόνως φοβήθητι, εἰδὼς ὅτι κοῦφον τῷ Θεῷ, ὅταν θέλῃ, ἀνταποδοῦναι πάλιν. ∆ιὰ τοῦτο γὰρ τότε σε οὐκ ἐκόλασεν, ἵνα λάβῃς προθεσμίαν μετανοίας. Μὴ τοίνυν λέγωμεν, ὅτι ἀναίτιος ὢν ἐνέπεσεν ὁ δεῖνα, ἕτερος δὲ αἴτιος ὢν διέφυγεν· ὅ τε γὰρ ἀναίτιος ἐμπεσὼν, ὥσπερ ἔφην, ἑτέρων ἁμαρτημάτων ἔδωκε δίκην, ὅ τε νῦν διαφυγὼν, ἐὰν μὴ μεταβάληται, εἰς ἑτέραν ἁλώσεται παγίδα. Ἂν οὕτω διακεισώμεθα, οὐδέποτε τῶν οἰκείων ἁμαρτημάτων ἐπιλησόμεθα, ἀλλ' ἀεὶ δεδοικότες, τρέμοντες, μή ποτε ὑπόσχωμεν δίκην, ἀναμνησθησώμεθα ταχέως αὐτῶν. Οὐδὲν γὰρ οὕτως ἁμαρτίας ἀναμιμνήσκειν εἴωθεν, ὡς τιμωρία καὶ κόλασις· καὶ τοῦτο δῆλον ἀπὸ τῶν τοῦ Ἰωσὴφ ἀδελφῶν. Ἐπειδὴ γὰρ ἀπέδοντο ἐκεῖνοι τὸν δίκαιον, καὶ ἔτη τρία καὶ δέκα παρῆλθεν, ὑποπτεύοντες κολάζεσθαι, καὶ περὶ τῶν ἐσχάτων δεδοικότες, ἀνεμνήσθησαν τῆς ἁμαρτίας, καὶ πρὸς ἀλλήλους ἔλεγον· Ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἰωσήφ. Ὁρᾷς πῶς ὁ φόβος ἀνέμνησεν αὐτοὺς τῆς πλημμελείας ἐκείνης; Καὶ ὅτε μὲν ἡμάρτανον, οὐκ ᾐσθάνοντο· ὅτε δὲ κολάζεσθαι προσεδόκησαν, τότε ἀνεμνήσθησαν. Ταῦτ' οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν. Καὶ τέως τρεῖς ἐντολὰς ὑμῖν παρακαταθέσθαι βούλομαι, ἵνα μοι ταύτας ἐπὶ τῆς νηστείας κατορθώσητε· τὸ μηδένα κακῶς λέγειν, τὸ μηδένα ἐχθρὸν ἔχειν, τὸ καθόλου πᾶσαν ἐκ τοῦ στόματος ἀπελάσαι τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν. Καὶ καθάπερ ἐπειδὰν χρυσίον ἐπιβληθὲν ἀκούσωμεν, ἀπιὼν οἴκαδε ἕκαστος, καὶ τὴν γυναῖκα καλέσας καὶ τὰ τέκνα καὶ τοὺς οἰκέτας, σκοπεῖ μετ' ἐκείνων καὶ βουλεύεται, πόθεν τὴν εἰσφορὰν καταβάλῃ ταύτην· οὕτω καὶ ἐπὶ τῶν ἐντολῶν ποιήσωμεν τούτων τῶν πνευματικῶν. Ἀναχωρήσας οἴκαδε ἕκαστος καλείτω τὴν γυναῖκα καὶ τὰ παιδία, καὶ λεγέτω ὅτι εἰσφορὰ ἐπεβλήθη πνευματικὴ τήμερον, εἰσφορὰ δι' ἧς ἔσται τις λύσις τῶν δεινῶν τούτων καὶ ἀπαλλαγὴ, εἰσφορὰ οὐχὶ πένητας τοὺς καταβάλλοντας, ἀλλὰ πλουσιωτέρους ποιοῦσα, ὥστε μηδένα ἐχθρὸν ἔχειν, μηδένα κακῶς λέγειν, μηδὲ ὀμνύναι καθόλου. Σκοπήσωμεν, φροντίσωμεν, βουλευσώμεθα, ὅπως ἐκπληρώσωμεν τὰς ἐντολὰς ταύτας· πᾶσαν εἰσενεγκώμεθα σπουδὴν, ἀλλήλους ὑπομνήσωμεν, ἀλλήλους διορθωσώμεθα, ἵνα μὴ ὀφείλοντες ἀπέλθωμεν ἐκεῖ, εἶτα δεόμενοι δανείσασθαι παρ' ἑτέρων, μὴ τὸ τῶν παρθένων πάθωμεν τῶν μωρῶν, καὶ τῆς ἀθανάτου σωτηρίας ἐκπέσωμεν. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθμίζωμεν βίον, ἐντεῦθεν ὑμῖν ἐγγυῶμαι καὶ ὑπισχνοῦμαι, ὅτι καὶ τῆς παρούσης συμφορᾶς ἔσται τις λύσις, 49.59 καὶ τῶν δεινῶν τούτων ἀπαλλαγή· καὶ τὸ δὴ πάντων μεῖζον, τῶν μελλόντων ἀγαθῶν ἡ ἀπόλαυσις. Ἔδει μὲν γὰρ ὑμῖν ὁλόκληρον ἐγχειρίζειν τὴν ἀρετὴν, ἀλλὰ τοῦτον ἄριστον ἡγοῦμαι τρόπον διορθώσεως, τὸ κατὰ μέρος λαμβάνοντας τοὺς νόμους κατορθοῦν, καὶ τότε ἐπὶ τοὺς ἄλλους ἰέναι. Καθάπερ γὰρ ἀρούρας προκειμένης, ὁ γηπόνος κατὰ μέρος διασκάπτων ἅπασαν, οὕτως ἐπὶ τὸ τέλος ἔρχεται· οὕτω καὶ ἡμεῖς ἐὰν νόμον ἑαυτοῖς τοῦτον θῶμεν, ὥστε κατὰ τὴν παροῦσαν Τεσσαρακοστὴν ταύτας μετὰ ἀκριβείας κατορθῶσαι τὰς τρεῖς ἐντολὰς, πάντως πρὸς τῷ σὺν ἀσφαλείᾳ τῆς καλῆς συνηθείας παραδοῦ