1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

40

Καὶ οὐκ ἠπατήθη τὸ πῦρ. οὐδὲ ἐνδοτέρω τῶν δεσμῶν προελθεῖν ἐτόλμησεν. Ἔδησεν ὁ τύραννος, καὶ ἔλυσεν ἡ φλὸξ, ἵνα μάθῃς καὶ τοῦ βαρβάρου τὴν ὠμότητα καὶ τοῦ στοιχείου τὴν ὑπακοήν. Τίνος δὲ ἕνεκεν ἔδησεν, εἰς πῦρ ἐμβαλεῖν μέλλων; Ἵνα τὸ θαῦμα μεῖζον γένηται, ἵνα παραδοξότερον τὸ σημεῖον, ἵνα μὴ νομίσῃς ὀφθαλμῶν ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν· καὶ ὃ πολλῷ μεῖζον ἦν, οὐκ ἂν τοὺς ἔξωθεν στρατιώτας καθημένους ἥρπασεν· νῦν δὲ, ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε. Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι' ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ μὲν γὰρ διάβολος ἐμπνεύσας τῷ τυράννῳ τότε ἐκείνῳ, οὔτε σιδήρῳ τὰς τῶν ἁγίων ἀποτμηθῆναι κεφαλὰς ἀφῆκεν, οὔτε θηρίοις παραδοθῆναι, οὔτε ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ κολασθῆναι· ἀλλ' εἰς τὸ πῦρ ἐμβληθῆναι, ἵνα μηδὲ τὰ λείψανα μείνῃ τῶν ἁγίων ἐκείνων, τῶν σωμάτων αὐτοῖς ἀφανισθέντων, καὶ τῆς τέφρας αὐτῶν τῇ τέφρᾳ τῶν κληματίδων ἀναμιγείσης. Ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ πρὸς ἀναίρεσιν τῆς ἀσεβείας ἐχρήσατο, καὶ πῶς, ἐγὼ λέγω. Θεὸς παρὰ τοῖς Πέρσαις εἶναι νομίζεται τὸ πῦρ. καὶ τιμῶσιν αὐτὸ μετὰ πολλῆς τῆς θεραπείας οἱ βάρβαροι οἱ τὴν χώραν ἐκείνην οἰκοῦντες ἔτι καὶ νῦν. Βουλόμενος τοίνυν ὁ Θεὸς πρόῤῥιζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπόθεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύτης, ἵνα κατ' ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὐτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐτῶν πείσας αὐτοὺς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.

δʹ. Καὶ σκόπει διὰ τῶν ἐναντίων πλεκόμενον τῆς νίκης τὸν στέφανον, καὶ μάρτυρας τοῦ τροπαίου γενομένους αὐτοὺς τοὺς ἐχθρούς. Ἀπέστειλε γὰρ, φησὶ, Ναβουχοδονόσορ ὁ βασιλεὺς συναγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ τοπάρχας, ἡγουμένους, καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς εἰκόνος· καὶ συνήχθησαν πάντες. Ὁ ἐχθρὸς συνάγει τὸ θέατρον, καὶ αὐτὸς συγκροτεῖ τοὺς θεατάς· αὐτὸς τὰ σκάμματα τίθησι, καὶ θέατρον οὐ τῶν τυχόντων ἀνθρώπων, οὐκ ἰδιωτῶν τινων, ἀλλὰ τῶν ἐντίμων καὶ πάντων τῶν ἐν ἀρχαῖς, ἵνα καὶ ἡ μαρτυρία ἀξιόπιστος γένηται παρὰ τοῖς πολλοῖς. Ἦλθον ἐφ' ἑτέρᾳ κληθέντες ὑποθέσει, καὶ ἕτερα θεασάμενοι πάντες ἀπῆλθον. Ἦλθον προσκυνήσοντες τὴν εἰκόνα, καὶ τῆς μὲν εἰκόνος καταγελάσαντες, ἐκπλαγέντες δὲ τοῦ Θεοῦ τὴν δύναμιν, διὰ τῶν εἰς τοὺς παῖδας τούτους γενομένων σημείων, ἀπῆλθον. Καὶ ὅρα ποῦ τὸ στάδιον ἀνεῴγει τοῦτο· οὐκ ἐν πόλει, οὐδὲ ἐν χώρᾳ τινὶ, ἀλλ' ὕπτια καὶ ψιλὰ πεδία δέχεται τοῦτο τῆς οἰκουμένης τὸ θέατρον. Ἐν γὰρ πεδίῳ ∆εηρᾷ. τῆς πόλεως ἔξω, τὴν εἰκόνα ἔστησε, καὶ ὁ κήρυξ παρελθὼν ἐβόα· Ὑμῖν λέγεται, ἔθνη, φυλαὶ, λαοὶ, γλῶσσαι, ἐν ᾗ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ ὄντως γὰρ πεσεῖν ἦν τὸ προσκυνῆσαι τὸ εἴδωλον· καὶ ὃς ἐὰν μὴ προσκυνήσῃ πεσὼν, ἐν αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πορὸς τὴν καιομένην. 49.65 Εἶδες πῶς χαλεπὰ τὰ παλαίσματα γίνεται, καὶ ὅσαι τῆς ἐπιβουλῆς αἱ ἀνάγκαι, καὶ πῶς βαθὺ τὸ βάραθρον, καὶ κρημνὸς ἑκατέρωθεν; Ἀλλὰ μὴ δείσῃς· ὅσῳπερ ἂν αὐξήσῃ τὰ μηχανήματα ὁ ἐχθρὸς, τοσούτῳ μᾶλλον δείκνυσι τῶν παίδων τὴν ἀνδρείαν. ∆ιὰ γὰρ τοῦτο συμφωνία μουσικῶν τοσούτων, διὰ τοῦτο ἡ κάμινος ἡ καιομένη, ἵνα καὶ ἡδονὴ καὶ φόβος πολιορκῇ τὰς τῶν παρόντων ψυχάς. Πικρός τίς ἐστι τῶν παρόντων καὶ δυσένδοτος; μαλαττέτω, φησὶν, αὐτὸν γοητεύουσα τῆς παναρμονίου μουσικῆς ἡ μελῳδία. Ἀλλ' ἀνώτερος ταύτης γίνεται τῆς ἐπιβουλῆς; φοβείτω καὶ καταπληττέτω