1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

42

Ἰὼβ, καὶ ἐπειδὴ ἔνηφεν, ἐκράτει. Καίτοι πόσῳ βελτίων παράδεισος κοπρίας! ἀλλ' οὐδὲν ὠφέλησεν ἡ ἀρετὴ τοῦ χωρίου τὸν ἐνοικοῦντα. ἐπειδὴ προὔδωκεν ἑαυτὸν ἐκεῖνος· ὥσπερ οὖν οὐδὲν ἔβλαψεν ἡ εὐτέλεια τοῦ τόπου τὸν ἀρετῇ πάντοθεν τετειχισμένον. Καὶ ἡμεῖς τοίνυν τὴν ψυχὴν ἀσφαλισώμεθα τὴν ἡμετέραν· κἂν γὰρ ζημία χρημάτων ἐπίῃ, κἂν θάνατος, τὴν δὲ εὐσέβειαν μηδεὶς ἡμᾶς ἀφέληται, μακαριώτεροι πάντων ἐσμέν. Τοῦτο καὶ ὁ Χριστὸς ἐπέταξεν εἰπών· Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις. Καθάπερ γὰρ ἐκεῖνος τὸ λοιπὸν προΐεται ἅπαν σῶμα, ὥστε διασῶσαι τὴν κεφαλήν· οὕτω καὶ σὺ, κἂν χρήματα, κἂν σῶμα, κἂν τὴν παροῦσαν ζωὴν, κἂν πάντα προέσθαι δέῃ, ὥστε διατηρῆσαι τὴν εὐσέβειαν, μὴ ἀθύμει. Ἂν γὰρ ἐκείνην ἔχων ἀπέλθῃς, πάντα σοι μετὰ πλείονος ἀποδώσει τῆς λαμπρότητος ὁ Θεὸς, καὶ τὸ σῶμα μετὰ μείζονος δόξης ἀναστήσει πάλιν, καὶ ἀντὶ χρημάτων τὰ ἀγαθὰ τὰ πᾶσαν ὑπερβαίνοντα λόγου δύναμιν. Οὐχὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ὁ Ἰὼβ, μυρίων θανάτων χαλεπωτέραν ὑπομένων ζωήν; Ἀλλ' ἐπειδὴ τὴν εὐσέβειαν οὐκ ἀπέβαλε, πάντα μετὰ πλείονος αὐτῷ ἐπανῆλθε τῆς περιουσίας τὰ πρότερα, σώματος ὑγεία καὶ κάλλος, τῶν παίδων ὁ χορὸς ἅπας, τὰ κτήματα, καὶ τὸ δὴ μεῖζον ἁπάντων, ὁ λαμπρὸς τῆς ὑπομονῆς στέφανος. Καθάπερ γὰρ ἐπὶ τῶν δένδρων γίνεται, κἂν τὸν καρπόν τις ἀφέληται μετὰ τῶν φύλλων, κἂν τοὺς κλάδους πάντας ἐκκόψῃ, τῆς ῥίζης μενούσης, ὁλόκληρον καὶ μετὰ πλείονος ἀνίσταται τῆς εὐπρεπείας τὸ δένδρον· οὕτω δὴ καὶ ἐφ' ἡμῶν, ἐὰν ἡ ῥίζα μένῃ τῆς εὐσεβείας, κἂν ὁ πλοῦτος ἀφαιρεθῇ, κἂν τὸ σῶμα διαφθαρῇ, πάντα πάλιν μετὰ μείζονος ἡμῖν ἐπάνεισι τῆς δόξης. Πᾶσαν τοίνυν μέριμναν τῆς ψυχῆς ἐκβαλόντες καὶ φροντίδα περιττὴν, πρὸς ἑαυτοὺς ἐπανέλθωμεν, καὶ τὸ σῶμα, καὶ τὴν ψυχὴν καλλωπίσωμεν τῷ κόσμῳ τῆς ἀρετῆς, ὅπλα δικαιοσύνης, ἀλλὰ μὴ ὅπλα ἁμαρτίας τὰ μέλη τοῦ σώματος ἡμῶν κατασκευάζοντες· καὶ πρῶτον ἁπάντων τὴν γλῶτταν παιδεύσωμεν εἶναι διάκονον τῆς τοῦ πνεύματος χάριτος, πάντα ἰὸν καὶ πονηρίαν ἐκ τοῦ στόματος ἐκβάλλοντες, καὶ ῥημάτων αἰσχρῶν μελέτην. Καὶ γὰρ ἡμεῖς ἐσμεν 49.67 κύριοι καὶ πονηρίας καὶ δικαιοσύνης ὄργανον ἕκαστον τῶν ἡμετέρων ποιῆσαι μελῶν. Ἄκουσον γοῦν πῶς τὴν γλῶτταν οἱ μὲν ἁμαρτίας, οἱ δὲ δικαιοσύνης ἐποίησαν ὅπλον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Ἕτερος δέ τίς φησι, περὶ τῆς ἑαυτοῦ γλώσσης· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐκείνη φόνον εἰργάσατο, αὕτη νόμον ἔγραφε θεῖον· διὰ τοῦτο μάχαιρα μὲν ἐκείνη, κάλαμος δὲ ἦν αὕτη, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων. Ἡ μὲν γὰρ φύσις τῆς γλώττης καὶ ταύτης κἀκείνης ἦν μία, ἡ δὲ ἐργασία οὐ μία. Καὶ περὶ τοῦ στόματος δὲ πάλιν ὁμοίως τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν· οἱ μὲν γὰρ εἶχον τὸ στόμα σηπεδόνος γέμον καὶ πονηρίας· διὰ τοῦτο ὁ κατηγορῶν ἔλεγε· Τὸ στόμα αὐτῶν ἀρᾶς καὶ πικρίας γέμει· τὸ δὲ αὐτοῦ οὐ τοιοῦτον, ἀλλὰ, Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἕτεροι δὲ πάλιν χεῖρας εἶχον ἀνομίας ἐμπεπλησμένας, καὶ τούτων κατηγορῶν πάλιν ἔλεγεν· Ἐν ταῖς χερσὶν αὐτῶν αἱ ἀνομίαι, καὶ ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων· αὐτὸς δὲ χεῖρας εἶχεν οὐδὲν ἕτερον ἢ πρὸς τὸν οὐρανὸν ἀνατείνεσθαι μεμελετηκυίας· διὸ καὶ περὶ τούτων ἔλεγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Καὶ ἐπὶ τῆς καρδίας τὸ αὐτὸ τοῦτο πάλιν ἔστιν ἰδεῖν· τῶν μὲν γὰρ ἡ καρδία ματαία ἦν, τούτου δὲ ἀληθής· διὸ καὶ περὶ ἐκείνων φησίν· Ἡ καρδία αὐτῶν ματαία· περὶ δὲ τῆς ἑαυτοῦ· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Καὶ ἐπὶ ἀκοῆς δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἄν· οἱ μὲν γὰρ εἶχον θηρίων ἀκοὴν ἀμείλικτον καὶ ἀσύγγνωστον, καὶ κακίζων αὐτοὺς οὕτως ἔλεγεν· Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς· ἡ δὲ αὐτοῦ ἀκοὴ δοχεῖον τῶν θείων ῥημάτων ἦν. Καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν εἰπών· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

ςʹ. Ταῦτ' οὖν εἰδότες, πάντοθεν ἑαυτοὺς ἀρετῇ τειχίσωμεν, καὶ οὕτως ἀποκρουσόμεθα τοῦ Θεοῦ τὴν ὀργήν· καὶ τὰ μέλη τοῦ σώματος ἡμῶν ὅπλα