1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

43

δικαιοσύνης ποιήσωμεν, καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ χεῖρας, καὶ πόδας, καὶ καρδίαν, καὶ γλῶτταν, καὶ πᾶν τὸ σῶμα ἡμῶν παιδεύσωμεν ἀρετῇ χρήσιμον εἶναι μόνῃ. Καὶ τῶν τριῶν δὲ ἐκείνων μνημονεύσωμεν, περὶ ὧν πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, παρακαλῶν μηδένα ἔχειν ἐχθρὸν, μηδὲ κακῶς λέγειν τινὰ τῶν λελυπηκότων ὑμᾶς, καὶ τὴν πονηρὰν τῶν ὅρκων ἐκβαλεῖν ἀπὸ τοῦ στόματος ὑμῶν συνήθειαν. Καὶ περὶ μὲν τῶν δυοῖν ἐντολῶν ἐν ἑτέρῳ καιρῷ διαλεξόμεθα, τὴν δὲ παροῦσαν ἑβδομάδα ἅπασαν περὶ τῶν ὅρκων ὑμῖν ἐροῦμεν, ἀπὸ τῆς εὐκολωτέρας ἐντολῆς ποιούμενοι τὴν ἀρχήν. Οὐδὲ γὰρ πόνος τις περιγενέσθαι τῆς τῶν ὅρκων συνηθείας, ἐὰν θελήσωμεν 49.68 μικρὰν γοῦν εἰσενεγκεῖν σπουδὴν, ἀλλήλους ὑπομιμνήσκοντες, νουθετοῦντες, τηροῦντες, δίκην ἀπαιτοῦντες καὶ εὐθύνας τοὺς ἐπιλανθανομένους. Τί γὰρ ὄφελος ἡμῖν τῆς τῶν βρωμάτων ἀποχῆς, ἐὰν μὴ τὰς πονηρὰς τῆς ψυχῆς συνηθείας ἐξελάσωμεν; Ἰδοὺ, τὴν ἡμέραν ἄσιτοι διετελέσαμεν σήμερον ἅπασαν, καὶ τράπεζαν ἐν ἑσπέρᾳ παραστησόμεθα οὐχ ὁμοίαν τῇ χθεσινῇ τραπέζῃ, ἀλλ' ἐνηλλαγμένην καὶ σεμνοτέραν. Ἆρ' οὖν ἔχει τις εἰπεῖν ἡμῶν, ὅτι καὶ τὸν βίον αὐτοῦ τὸν σήμερον ἐνήλλαξε, καθάπερ καὶ τὴν τράπεζαν; ὅτι καὶ τὴν πονηρὰν μετέβαλε συνήθειαν, καθάπερ καὶ τὴν τροφήν; Οὐκ ἔγωγε, οἶμαι. Τί οὖν ὄφελος ἡμῖν τῆς νηστείας; ∆ιὰ τοῦτο παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ὥστε ἑκάστην ἐντολὴν ἀπολαβόντας καθ' ἑαυτὴν, δύο καὶ τρεῖς ἡμέρας εἰς τὴν κατόρθωσιν αὐτῆς ἀναλίσκειν· καὶ καθάπερ εἰσί τινες οἱ πρὸς ἀλλήλους φιλοτιμούμενοι τῇ τῶν σιτίων ἀποχῇ, καὶ θαυμαστὴν ἅμιλλαν ποιούμενοι· καὶ οἱ μὲν ὁλοκλήρους ἡμέρας δύο διατελοῦσιν ἄσιτοι, οἱ δὲ οὐκ οἴνου μόνον, οὐδὲ ἐλαίου, ἀλλὰ παντὸς ἐδέσματος χρῆσιν τῆς ἑαυτῶν ἐκβάλλοντες τραπέζης, ἄρτῳ καὶ ὕδατι χρώμενοι μόνον, τὴν Τεσσαρακοστὴν διανύουσιν ἅπασαν· οὕτω δὴ καὶ ἡμεῖς ἁμιλλώμεθα πρὸς ἀλλήλους, ὥστε τῶν ὅρκων τὰς νιφάδας ἀνελεῖν. Τοῦτο γὰρ πάσης νηστείας χρησιμώτερον, τοῦτο πάσης σκληραγωγίας ἐπικερδέστερον, καὶ τὴν σπουδὴν, ἣν περὶ τὴν ἀποχὴν τῶν σιτίων ποιούμεθα, ταύτην περὶ τὴν ἀποχὴν τῶν ὅρκων ἐπιδειξώμεθα, ἐπεὶ τῆς ἐσχάτης ἀνοίας ὑποστησόμεθα ἔγκλημα, τῶν μὲν κεκωλυμένων καταφρονοῦντες, περὶ δὲ τὰ ἀδιάφορα πᾶσαν κινοῦντες σπουδήν. Τὸ μὲν γὰρ φαγεῖν οὐ κεκώλυται, τὸ δὲ ὀμόσαι κεκώλυται· ἡμεῖς δὲ τῶν συγκεχωρημένων ἀποστάντες, τῶν κεκωλυμένων κατατολμῶμεν. ∆ιὰ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ποιήσασθαί τινα μεταβολὴν, καὶ τὴν ἀρχὴν ἐντεῦθεν ἡμῖν ἐπιδείξασθαι. Ἂν γὰρ μετὰ τοσαύτης σπουδῆς τὴν παροῦσαν διανύσωμεν νηστείαν, τῇ μὲν ἑβδομάδι ταύτῃ τὸ μηδ' ὅλως ὀμνύναι κατορθώσαντες, τῇ δὲ ἐπιούσῃ τὴν ὀργὴν σβέσαντες, τῇ δὲ μετ' ἐκείνην τὴν κατηγορίαν πρόῤῥιζον ἀνελόντες, καὶ τῇ μετὰ ταύτην ἕτερα πάλιν πλείονα διορθώσαντες· οὕτως ὁδῷ προβαίνοντες κατὰ μικρὸν ἐπ' αὐτὴν ἥξομεν τῆς ἀρετῆς τὴν κορυφὴν, καὶ τὸν παρόντα διαφευξόμεθα κίνδυνον, καὶ τὸν Θεὸν ἵλεω καταστήσομεν, καὶ τὸ πλῆθος ἐπὶ τὴν πόλιν ἡμῖν ἐπανήξει πάλιν, καὶ τοὺς δραπετεύσαντας νῦν παιδεύσομεν, μὴ τόπων ἀσφαλείᾳ, μηδὲ ἀποφυγῇ καὶ ἀναχωρήσει, ἀλλ' εὐλαβείᾳ ψυχῆς, καὶ τρόπων ἀρετῇ τὰς ἐλπίδας τῆς σωτηρίας ἐγχειρίζειν τῆς ἡμετέρας. Καὶ οὕτω καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐκεῖ ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

49.67 Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν