1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

49

χαλεπωτάτῃ; ἠθύμησε, τὴν νόσον οὐκ ἀνεῖλεν, ἀλλὰ καὶ χαλεπωτέραν ἐποίησεν. Ὁρᾷς ἐπ' οὐδενὶ τούτων ὠφελοῦσάν τι τὴν λύπην; Ἥμαρτέ τις, ἐλυπήθη; τὴν ἁμαρτίαν ἐξηφάνισεν, ἔλυσε τὸ πλημμέλημα. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῆς ἀποφάσεως τοῦ Κυρίου· περὶ γάρ τινος ἡμαρτηκότος διαλεγόμενος ἔλεγε· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς 49.75 ὀδοὺς αὐτοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔφη· Ἡ δὲ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ' ὕβριν, οὔτ' ἐπήρειαν, οὔτε μάστιγας, οὔτ' ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ' ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ' ἂν, ἀλλ' ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον. Πολὺ γὰρ τὸ κέρδος ἐνταῦθα ἀπὸ τῆς λύπης. Ἐζημιώθης; μὴ ἀθυμήσῃς· οὐδὲ γὰρ ὠφελήσεις. Ἥμαρτες; λυπήθητι, ὄφελος γάρ· καὶ σκόπει σύνεσιν Θεοῦ καὶ σοφίαν. ∆ύο ταῦτα ἔτεκεν ἡμῖν ἡ ἁμαρτία, λύπην καὶ θάνατον· Ἧ γὰρ ἂν ἡμέρᾳ φάγῃ, φησὶ, θανάτῳ ἀποθανῇ· καὶ πρὸς τὴν γυναῖκα, Ἐν λύπαις τέξῃ τέκνα. Καὶ δι' ἀμφοτέρων τούτων τὴν ἁμαρτίαν ἀνεῖλε, καὶ ὑπὸ τῶν τέκνων τὴν μητέρα ἀπολέσθαι παρεσκεύασεν. Ὅτι γὰρ μετὰ τῆς λύπης καὶ θάνατος ἁμαρτίαν ἀναιρεῖ, δῆλον μὲν καὶ ἀπὸ τῶν μαρτύρων, δῆλον δὲ καὶ ἐξ ὧν ὁ Παῦλος εἶπε πρὸς ἁμαρτάνοντας, οὕτω λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ καὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· ἐπειδὴ ἁμαρτάνετε, φησὶ, τελευτᾶτε, ὥστε τῇ τελευτῇ τὰ ἁμαρτήματα διαλύσασθαι. Ἐπήγαγε γοῦν λέγων· Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ καθάπερ ὁ σκώληξ ἀπὸ τοῦ ξύλου τίκτεται, καὶ κατεσθίει τὸ ξύλον, καὶ σὴς κατεσθίει τὸ ἔριον, παρ' αὐτοῦ τὴν ἀρχὴν ἔχων· οὕτω λύπη καὶ θάνατος ἐτέχθησαν ἀπὸ τῆς ἁμαρτίας. καὶ κατέφαγον τὴν ἁμαρτίαν. Μὴ τοίνυν φοβώμεθα θάνατον, ἀλλὰ φοβώμεθα ἁμαρτίαν μόνον, καὶ δι' ἐκείνην ἀλγῶμεν. Καὶ ταῦτα λέγω οὐ δεινόν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς οὕτως ἀεὶ διακεῖσθαι θέλων, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἐπὶ τῶν ἔργων πληροῦν· Ἐὰν γάρ τις μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, φησὶν, οὐκ ἔστιν ἐμοῦ ἄξιος. Τοῦτο δ' ἔλεγεν οὐχ ἵνα ξύλον βαστάζωμεν ἐπὶ τῶν ὤμων, ἀλλ' ἵνα τὸν θάνατον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν, καθάπερ οὖν καὶ ὁ Παῦλος καθ' ἡμέραν ἀπέθνησκε, καὶ κατεγέλα τῆς τελευτῆς, καὶ τοῦ παρόντος ὑπερεώρα βίου. Καὶ γὰρ στρατιώτης εἶ, καὶ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας· στρατιώτης δὲ θάνατον δεδοικὼς, οὐδὲν οὐδέποτ' ἐργάσεται γενναῖον· ὥσπερ οὖν οὐδὲ Χριστιανὸς ἄνθρωπος κινδύνους φοβούμενος ἐργάσεταί τι μέγα καὶ θαυμαστὸν, ἀλλὰ πρὸς τούτοις καὶ εὐχείρωτος ἔσται· ἀλλ' οὐχ ὁ τολμητὴς καὶ μεγαλόφρων, ἀλλ' ἀνάλωτος μένει καὶ ἀκαταγώνιστος. Καθάπερ οὖν οἱ παῖδες οἱ τρεῖς μὴ φοβηθέντες τὸ πῦρ, ἔφυγον τὸ πῦρ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ φοβηθῶμεν θάνατον, διαφευξόμεθα θάνατον. Οὐκ ἐφοβήθησαν δὲ τὸ πῦρ, οὐ γὰρ ἔγκλημα τὸ καῆναι· ἀλλὰ ἐφοβήθησαν τὴν ἁμαρτίαν, ἔγκλημα γὰρ τὸ ἀσεβῆσαι. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν καὶ τοὺς κατ' ἐκείνους ἅπαντας, καὶ μὴ φοβώμεθα κινδύνους, καὶ διαφευξόμεθα κινδύνους.

εʹ. Οὐκ εἰμὶ μὲν γὰρ προφήτης, οὔθ' υἱὸς προφήτου, τὸ μέντοι μέλλον μετ' ἀκριβείας ἐπίσταμαι, καὶ μεγάλῃ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἰ μεταβαλλοίμεθα, καί τινα ἐπιμέλειαν τῆς ἡμετέρας ψυχῆς ποιησώμεθα, καὶ τῆς πονηρίας ἀποστῶμεν, οὐδὲν ἀηδὲς ἔσται καὶ λυπηρόν. Καὶ τοῦτο οἶδα σαφῶς ἀπὸ τῆς τοῦ Θεοῦ φιλ 49.76 ανθρωπίας καὶ ἀφ' ὧν καὶ εἰς ἄνδρας καὶ πόλεις καὶ ἔθνη καὶ δήμους ὁλοκλήρους ἐποίησε. Καὶ γὰρ καὶ τῇ Νινευϊτῶν ἠπείλησε πόλει, καὶ εἶπεν· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν, εἰπέ μοι; κατεστράφη ἡ Νινευῒ, καὶ ἀνετράπη ἡ πόλις; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος