1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

55

παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις. Ἐκείνων μὲν γὰρ ὁ φόβος οὐκ ἀφίησιν ὑπὸ τῆς ῥᾳθυμίας ἐκλύεσθαι· ταύτης δὲ ἡ παράκλησις οὐκ ἀφίησιν ὑπὸ τῆς ἀθυμίας καταπίπτειν· καὶ δι' ἀμφοτέρων ὁ Θεὸς τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ. Καὶ γὰρ τοὺς ἄρχοντας αὐτὸς ὥπλισεν, ἵνα φοβῶσι τοὺς ἀσελγαίνοντας· καὶ τοὺς ἱερέας αὐτὸς ἐχειροτόνησεν, ἵνα παρακαλῶσι τοὺς ὀδυνωμένους· καὶ ταῦτα ἀμφότερα, μετὰ τῶν Γραφῶν, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκει. Εἰ γὰρ ἀρχόντων ὄντων, καὶ στρατιωτῶν ζώντων ἐν ὅπλοις, μανία ἀνθρώπων εὐαριθμήτων, μιγάδων καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας· εἰ καθόλου τῶν ἀρχόντων ὁ φόβος ἀνῄρητο, ποῦ οὐκ ἂν 49.82 ἦλθον οὗτοι μανίας; ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πόλιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες, αὐτὰς ἂν ἡμῶν ἀφείλοντο τὰς ψυχάς; Ἐὰν γὰρ τὰ δικαστήρια ἀνέλῃς, πᾶσαν τῆς ζωῆς ἡμῶν ἀνεῖλες τὴν εὐταξίαν· καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος, καὶ τὸν στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων τοὺς ἄρχοντας ἂν ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωσόμεθα βίον, δάκνοντες ἀλλήλους καὶ κατεσθίοντες, τὸν πενέστερον ὁ πλούσιος, τὸν ἀσθενέστερον ὁ δυνατώτερος, τὸν ἐπιεικέστερον ὁ θρασύτερος. Ἀλλὰ νῦν τούτων οὐδέν ἐστι διὰ τὴν χάριν τοῦ Θεοῦ· οἱ μὲν γὰρ εὐλαβείᾳ συζῶντες οὐδὲν δέονται τῆς τούτων παιδαγωγίας· ∆ικαίῳ γὰρ νόμος οὐ κεῖται, φησίν. Οἱ δὲ πολλοὶ πρὸς κακίαν βλέποντες, εἰ μὴ τὸν ἀπὸ τούτων φόβον εἶχον αὐτοῖς ἐπικείμενον, μυρίων ἂν κακῶν τὰς πόλεις ἐνέπλησαν, ἅπερ οὖν καὶ ὁ Παῦλος συνιδὼν ἔλεγεν· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, καὶ αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο καὶ οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν· καὶ καθάπερ ἂν ἐκείνας ἀνέλῃς, διαλυθέντες οἱ τοῖχοι συμπίπτουσιν ἀλλήλοις αὐτόματοι· οὕτω τῆς οἰκουμένης ἂν ἀφέλῃς τοὺς ἄρχοντας καὶ τὸν ἐκ τούτων φόβον, καὶ οἰκίαι καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλλήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατέχοντος καὶ ἀνακρουομένου, καὶ τῷ φόβῳ τῆς κολάσεως ἀναπείθοντος ἡσυχάζειν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο. Τί γὰρ, εἰπέ μοι, γέγονε βλάβος ἀπὸ τῆς φροντίδος ταύτης, καὶ τῆς μερίμνης; ὅτι σεμνότεροι γεγόναμεν καὶ ἐπιεικέστεροι; ὅτι σπουδαιότεροι καὶ προσεκτικώτεροι; ὅτι μεθύοντα καὶ ᾄδοντα πορνικὰ ᾄσματα οὐδένα βλέπομεν; ἀλλ' ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐχαί; ὅτι γέλως ἄκαιρος καὶ αἰσχρὰ ῥήματα, καὶ διάχυσις ἅπασα ἀπελήλαται, καὶ γυναῖκα εὐσχήμονα καὶ ἐλευθέραν ἡ πόλις ἡμῖν ἅπασα μιμεῖται νῦν; διὰ ταῦτα ἀλγεῖς, εἰπέ μοι; ∆ιὰ ταῦτα μὲν οὖν χαίρειν δίκαιον καὶ εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τοσαύτην βλακείαν ὀλίγων ἡμερῶν φόβῳ κατέλυσε. Ναὶ, φησὶν, ἀλλ' εἰ μὲν μέχρι φόβου μόνον ἐκινδυνεύομεν, ἱκανὴν ἂν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν· νυνὶ δὲ δεδοίκαμεν μὴ περαιτέρω προέλθῃ τὸ δεινὸν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσωμεν ἅπαντες. Ἀλλὰ μὴ δείσητε, Παῦλος ὑμᾶς παραμυθεῖται λέγων. ὅτι Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν 49.83 ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Εἰ γὰρ δι' ἔργων ἐβούλετο κολάσαι καὶ διὰ τῆς πείρας αὐτῆς, οὐκ ἂν τοσούτων ἡμερῶν παρέδωκεν ἡμᾶς φόβῳ· ὅταν γὰρ μὴ βούληται κολάζειν, φοβεῖ· ἐπεὶ εἰ μέλλοι κολάζειν, περιττὸς ὁ φόβος, περιττὴ ἡ ἀπειλή· νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν ζωὴν, ἐν τοσαύταις ἡμέραις δεδοικότες καὶ τρέμοντες, καὶ τὰς σκιὰς αὐτὰς ὑποπτεύοντες, καὶ τὴν τοῦ Κάϊν τίνοντες δίκην, καὶ ἐκ μέσου τῶν ὕπνων