1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

62

ὅτι ∆υσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι' αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν. Τί δυσκολώτερον, μὴ ὀμνύναι, ἢ δι' ὅλης τῆς ἡμέρας ἄσιτον εἶναι, καὶ ὑδροποσίᾳ καὶ εὐτελεῖ ταριχεύεσθαι διαίτῃ; Εὔδηλον ὅτι τοῦτο ἐκείνου· ἀλλ' ὅμως οὕτως ἐστὶν ἡ συνήθεια δυνατὸν πρᾶγμα καὶ εὔκολον, ὥστε παραγενομένης τῆς νηστείας, κἂν μυρία τις παρακαλῇ, κἂν μυρία τις ἄγχῃ καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενομισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν τις, ἢ τῆς κεκωλυμένης ἅψασθαι τροφῆς· καὶ ταῦτα ἡδέως πρὸς τὴν τράπεζαν ἔχοντες, ἀλλ' ὅμως διὰ τὴν ἀπὸ τοῦ συνειδότος συνήθειαν φέρομεν πάντα γενναίως ταλαιπωρούμενοι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν ὅρκων ἔσται· καὶ καθάπερ νῦν, κἂν μυρίαν ἀνάγκην τις ἐπιθῇ, μένεις κατέχων τὴν συνήθειαν· οὕτω καὶ τότε, κἂν μυρία τις παρακαλῇ, οὐκ ἀποστήσῃ τῆς συνηθείας.

ζʹ. Ἀπιὼν τοίνυν οἴκοι, διαλέγου ταῦτα τοῖς κατὰ τὴν οἰκίαν ἅπασι· καὶ καθάπερ πολλοὶ πολλάκις ἐκ λειμῶνος ἀναχωροῦντες, ῥόδον ἢ ἴον ἤ τι τῶν τοιούτων ἀνθῶν λαβόντες, καὶ τοῖς δακτύλοις περιφέροντες ἀναχωροῦσιν· ἕτεροι δὲ πάλιν ἐκ παραδείσων οἴκαδε ἀπιόντες, κλάδους δένδρων καρποὺς ἔχοντας ἐπικομίζονται· ἄλλοι πάλιν ἀπὸ δείπνων πολυτελῶν λείψανα τῆς τραπέζης τοῖς ἑαυτῶν ἐπιτηδείοις φέρουσιν· οὕτω δὴ καὶ σὺ ἐντεῦθεν ἀπιὼν, ἀπένεγκε παραίνεσιν τῇ γυναικὶ, τοῖς παιδίοις, τοῖς ἐπιτηδείοις ἅπασιν. Αὕτη γὰρ καὶ λειμῶνος, καὶ παραδείσου, καὶ τραπέζης χρησιμωτέρα ἐστὶν ἡ συμβουλή· ταῦτα οὐδέποτε τὰ ῥόδα μαραίνονται, οὗτοι οὐδέποτε καταῤῥέουσιν οἱ καρποὶ, ταῦτα οὐδέποτε τὰ ἐδέσματα σήπεται· ἀπ' ἐκείνων πρόσκαιρος ἡ τέρψις, ἀπὸ δὲ τούτων διηνεκὴς ἡ ὠφέλεια· οὐ μετὰ τὸ κατορθωθῆναι μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατορθοῦσθαι. Ἐννόησον γὰρ οἷόν ἐστι πάντα τὰ ἄλλα ἀφέντας, τὰ δημόσια, τὰ ἰδιωτικὰ, περὶ τῶν θείων διαλέγεσθαι νόμων διαπαντὸς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ταῖς ἄλλαις συνουσίαις. Ἂν τούτοις σχολάζωμεν, οὐδὲν ἐροῦ 49.91 μεν ἐπικίνδυνον, οὐδὲ σφαλερὸν, οὐδ' ἄκοντες ἁμαρτησόμεθα, ἀλλὰ καὶ τῆς ἐπικειμένης ἀθυμίας ἐν τῇ περὶ τούτων διαλέξει σχολάζοντες, τὴν ψυχὴν ὑπεξαγαγεῖν δυνησόμεθα, ἀντὶ τῆς φροντίδος ἧς φροντίζομεν πρὸς ἀλλήλους ἀεὶ λέγοντες· Ἆρα ἤκουσεν ὁ βασιλεὺς τὰ γεγενημένα; ἆρα παρωξύνθη; τί δὲ ἐψηφίσατο; ἆρα παρεκάλεσέ τις αὐτόν; τί δὲ, αὐτὸς ἀνέξεται πόλιν οὕτω καὶ μεγάλην καὶ πολυάνθρωπον ἀφανίσαι τέλεον; Ταῦτα μὲν καὶ τὰ τοιαῦτα πάντα ἐπὶ τὸν Θεὸν ῥίψαντες, τὰ παρ' αὐτοῦ προστεταγμένα μεριμνῶμεν μόνον· οὕτω γὰρ κἀκεῖνα διαλυσόμεθα πάντα, κἂν δέκα ἐν ἡμῖν κατορθώσωσι μόνον, ταχέως εἴκοσιν οἱ δέκα γενήσονται, οἱ εἴκοσι πεντήκοντα, οἱ πεντήκοντα ἑκατὸν, οἱ ἑκατὸν χίλιοι, οἱ χίλιοι πᾶσα ἡ πόλις. Καὶ καθάπερ δέκα ἁφθέντων λύχνων, ῥᾳδίως τὴν οἰκίαν ἅπασαν ἐμπλῆσαι δυνήσεταί τις τοῦ φωτός· οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν. Οὐ γὰρ οὕτω τῆς φλογὸς ἡ φύσις εἰς ὕλην ἐμπεσοῦσα, τῶν ἐγγιζόντων ἀεὶ ξύλων ἅπτεται, ὡς ἀρετῆς ζῆλος, εἰς ψυχὰς ὀλίγας ἐμπεσὼν, ὁδῷ προβαίνων πᾶσαν ἐμπλῆσαι τὴν πόλιν δυνήσεται. ∆ότε τοίνυν ἐμοὶ καυχήσασθαι ἐφ' ὑμῖν, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν, ὅταν οἱ τὰ τάλαντα ἐμπιστευθέντες εἰσάγωνται· ἀρκῶν ἐμοὶ 49.92 μισθὸς τῶν πόνων ἡ ὑμετέρα εὐδοκίμησις, κἂν ἴδω ὑμᾶς μετ' εὐσεβείας ζῶντας, τὸ πᾶν ἀπείληφα. Ποιήσατε τοίνυν, ὃ καὶ χθὲς παρῄνεσά τε καὶ σήμερον ἐρῶ, καὶ λέγων οὐ παύσομαι· καταδίκην κατὰ τῶν ὀμνυόντων ὁρίσαντες, καταδίκην κέρδος ἔχουσαν, οὐ ζημίαν, παρασκευάσασθε λοιπὸν ὡς δοκιμὴν ἡμῖν δώσοντες τοῦ κατορθώματος. Καὶ γὰρ πειράσομαι πρὸς ἕκαστον ὑμῶν μακρὸν ἀποτεῖναι λόγον τοῦ συλλόγου τούτου