1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

77

μέρος ἐπὶ τοῦ τοιούτου σχήματος. Ἀλλ' ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν ἐπὶ τῶν οὐρανῶν· καὶ τοῦτο αὐτὸ πάλιν ὁ προφήτης αἰνιττόμενος λέγει· Αἰνεῖτε τὸν Κύριον, τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ ἥλιος ἐπὶ τοσοῦτον χρόνον βαδίζων κάτωθεν τὸ ἐπικεί 49.109 μενον ἀνεξήρανεν ὕδωρ. Βούλει σε πάλιν εἰς τὴν γῆν καταγάγωμεν, καὶ τὸ θαῦμα ἐπιδείξωμεν; Οὐχ ὁρᾷς ταυτηνὶ τὴν θάλατταν, τὴν κυμάτων γέμουσαν καὶ πνευμάτων βιαίων; ἀλλ' αὕτη ἡ θάλαττα ἡ εὐρύχωρος καὶ μεγάλη καὶ μαινομένη ἀσθενεῖ ψάμμῳ τειχίζεται. Καὶ σκόπει Θεοῦ σοφίαν· οὐκ ἀφῆκεν αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ' ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφατον· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμμον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι' ἀμφοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως. ∆ιὰ τοῦτο γοῦν καὶ ἀσθενὲς τὸ τειχίον ἐποίησε, καὶ οὐ ξύλα καὶ λίθους οὐδὲ ὄρη τοῖς αἰγιαλοῖς περιέβαλε τούτοις, ἵνα μὴ τούτοις λογίσῃ τοῦ στοιχείου τὴν εὐταξίαν. Τοῦτο γοῦν καὶ αὐτός ποτε τοῖς Ἰουδαίοις ὀνειδίζων ἔλεγεν· Ἐμὲ οὐ φοβηθήσεσθε τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ οὐχ ὑπερβήσεται; Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ' ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν αὐτὸν συνέπηξεν, ἀλλ' ὅτι καὶ ἐξ ἐναντίων αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος· καὶ τὰ ἐναντία ταῦτα στοιχεῖα, ἀφ' ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλλήλοις μαχόμενα ὑπ' ἀλλήλων οὐκ ἀνηλώθη, οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπέκλυσε τὴν οἰκουμένην. Ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται· καὶ φλέγματος πλεονάζοντος πολλὰ νοσήματα φύεται, καὶ διαφθείρει τὸ ζῶον. Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης αἰτία γίνεται τῷ παντί. Ταῦτα οὐχὶ καὶ τυφλῷ δῆλα, καὶ τοῖς σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται; Τίς γὰρ οὕτως ἄφρων καὶ ἀναίσθητος, ὃς ὁρῶν τοσοῦτον σωμάτων ὄγκον, τοσοῦτον κάλλος, τοσαύτην σύνθεσιν, τοιούτων στοιχείων μάχην διηνεκῆ καὶ ἐναντίωσιν, καὶ διαμονὴν, μὴ λογίσασθαι πρὸς ἑαυτὸν καὶ εἰπεῖν, ὅτι εἰ μὴ πρόνοιά τις ἦν ἡ τὸν ὄγκον τῶν σωμάτων διακρατοῦσα, καὶ μὴ συγχωροῦσα τὸ πᾶν διαπεσεῖν, οὐκ ἂν ἔμεινεν, οὐκ ἂν διήρκεσε; Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.

εʹ. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πολλὰ ἕτερα τούτων πλείονα καὶ βαθύτερα ἦν εἰπεῖν, καὶ περὶ αὐτῆς φιλοσοφῆσαι τῆς κτίσεως· ἀλλ' εἰς τὴν ἐπιοῦσαν ἐκεῖνα ταμιευσάμενοι, σπουδάσωμεν τὰ εἰρημένα μετὰ ἀκριβείας κατασχεῖν, καὶ εἰς ἑτέρους ἐξενεγκεῖν. Καὶ οἶδα μὲν ὅτι τὴν ἀκοὴν ὑμῶν ἐξένισε τῶν νοημάτων τὸ βάθος, ἀλλ' ἐὰν ὀλίγον νήψωμεν, καὶ ἐν τούτοις ἐθίσωμεν ἑαυτοὺς, καὶ ἑτέροις ῥᾳδίως ἐσόμεθα διδάσκαλοι. Τέως δὲ ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην ἀναγκαῖον εἰπεῖν· Ὥσπερ ἐδόξασεν ἡμᾶς ὁ Θεὸς διὰ τῆς τοσαύτης δημιουργίας, οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς διὰ τῆς πολιτείας τῆς καθαρᾶς. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, φαινόμενοι μόνον· καὶ ἡμεῖς τοίνυν διηγησώμεθα δόξαν Θεοῦ, μὴ λέγοντες 49.110 μόνον, ἀλλὰ καὶ σιγῶντες, καὶ τῇ τοῦ βίου λαμπρότητι πάντας ἐκπλήττοντες. Λαμψάτω γὰρ, φησὶν, ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅταν γὰρ ὁ ἄπιστος ἴδῃ σὲ τὸν