1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

79

καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν· καὶ τοῦτο στοχάζομαι ἐκ τοῦ λαμπρότερον ἡμῖν τὸ θέατρον γενέσθαι καὶ πλείω τῶν ἀκροωμένων τὴν σύνοδον. Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγάπην παρακαλοῦντες ἕλκειν πρὸς τὴν μητέρα αὐτοὺς, καὶ πείθειν, ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς. Πότε γὰρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί; τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων; ὅτε ἐπὶ τῆς ἀγορᾶς διετρίβετε, καὶ συνεδρίων μετείχετε οὐδὲν ἐχόντων χρηστὸν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων; Οὐκ ἔστιν αἰσχύνη τὸ φαγεῖν, ἀγαπητοὶ, ἀλλὰ τί; Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς. Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις· οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέμενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμπίπτουσι πράγμασι. Καὶ τί χρὴ τὰ ἄλλα λέγειν; Στῆθι μόνον ἐγγὺς τοῦ νηστεύοντος, καὶ μετέλαβες αὐτοῦ εὐθέως τῆς εὐωδίας· μύρον γάρ ἐστιν ὁ νηστεύων πνευματικὸν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης καὶ διὰ πάντων ἐμφαίνων τὴν τῆς ψυχῆς εὐταξίαν. Ταῦτα οὐχὶ κατηγορῶν τῶν ἠριστηκότων εἶπον, ἀλλ' ἵνα δείξω τῆς νηστείας τὸ κέρδος. Νηστείαν δὲ οὐ τὴν ἀποχὴν λέγω τῶν βρωμάτων μόνον, ἀλλὰ καὶ πρὸ ταύτης τὴν τῶν ἁμαρτημάτων ἀποχήν· ἐπεὶ καὶ ὁ ἑστιαθεὶς, καὶ ἐνταῦθα μετὰ τῆς προσηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νηστεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσέχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα. Ὁ γὰρ ἐσθίων καὶ συνάξεως ἁγίας κοινωνῶν μετὰ τῆς προσηκούσης σπουδῆς, τοῦ μηδὲν ἐσθίοντος καὶ ἀπολιμπανομένου πολὺ βελτίων ἐστίν· οὐδὲν γὰρ τοιοῦτο τὸ μὴ φαγεῖν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ὅσα ὠφελεῖ καὶ δίδωσιν ἀγαθὰ τὸ πνευματικῆς μετασχεῖν διδασκαλίας. Ποῦ γὰρ ἑτέρωθι ταῦτα ἀκούσῃ ἅπερ ἐνταῦθα φιλοσοφεῖς; Ἂν εἰς δικαστήριον ἀπέλθῃς, ἀμφισβητήσεις ἐκεῖ καὶ μάχαι· ἂν εἰς βουλευτήριον, ἡ τῶν πολιτικῶν πραγμάτων φροντίς· ἂν εἰς οἰκίαν, τῶν ἰδιωτικῶν ἡ μέριμνα κατατρύχει πάντοθεν· ἂν εἰς συλλόγους καὶ συνέδρια τῆς ἀγορᾶς, πάντα κἀκεῖ γήινα καὶ φθαρτά· 49.112 ἢ γὰρ περὶ τῶν ὠνίων, ἢ περὶ τῶν εἰσφορῶν, ἢ περὶ τραπέζης πολυτελοῦς, ἢ περὶ χωρίων πράσεως, ἢ περὶ συμβολαίων ἑτέρων, ἢ περὶ διαθηκῶν, ἢ περὶ κληρονομιῶν, ἢ περὶ ἑτέρων τινῶν τοιούτων ἅπαντες τοῖς ἐκεῖ συλλεγομέγοις οἱ λόγοι γίνονται. Κἂν εἰς αὐτὰς δὲ εἰσέλθῃς τὰς βασιλικὰς αὐλὰς, καὶ ἐκεῖ πάλιν τὰ αὐτὰ ἀκούσῃ διαλεγομένων ἁπάντων περὶ χρημάτων, περὶ δυναστείας, περὶ δόξης τῆς ἐνταῦθα τιμωμένης, πνευματικὸν δὲ οὐδέν· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν οὐρανῷ πραγμάτων, περὶ ψυχῆς, περὶ ζωῆς τῆς ἡμετέρας, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ διὰ τί τοσοῦτον διατρίβομεν ἐνταῦθα χρόνον, καὶ ἐπὶ τίσιν ἀποδημοῦμεν ἐντεῦθεν, καὶ τί μετὰ ταῦτα ἡμᾶς διαδέξεται, καὶ τίνος ἕνεκεν τὸ σῶμα ἡμῖν πήλινον, καὶ τίς ἡ τοῦ θανάτου φύσις, καὶ τί ποτέ ἐστιν ἡ παροῦσα ζωὴ, καὶ τίς ἡ μέλλουσα, καὶ οὐδὲν ἁπλῶς γήινον, ἀλλὰ πάντες περὶ πνευματικῶν ἡμῖν οἱ λόγοι γίνονται· καὶ μεγάλα τῆς σωτηρίας ἡμῶν λαβόντες ἐφόδια, οὕτως ἐντεῦθεν ἀπελευσόμεθα μετὰ χρηστῆς τῆς ἐλπίδος.

βʹ. Ἐπεὶ οὖν οὐκ εἰκῆ τὰ σπέρματα κατεβάλομεν, ἀλλ' ὥσπερ ὑμᾶς παρεκάλεσα πάντας ἐθηρεύσατε τοὺς ἀπολειφθέντας ὑμῶν, φέρε καὶ ἡμεῖς ὑμᾶς ἀμειψώμεθα, καὶ μικρὰ τῶν πρότερον εἰρημένων ὑμᾶς ἀναμνήσαντες, τὰ λειπόμενα ἀποδῶμεν πάλιν. Τίνα οὖν ἦν τὰ πρώην εἰρημένα; Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν Γραφῶν δόσεως τὰ καθ' ἡμᾶς ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθεὶς, βιβλίον μέγιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ