1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

82

Αὐτὸ μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησὶν, ὅτι οὔτω 49.115 καλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός· εἰ μὴ γὰρ αὐτὸν καλὸν καὶ μέγαν ἐποίησεν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν ἐθεοποιήσαμεν· νῦν δὲ ἐκπλαγέντες αὐτοῦ τὸ μέγεθος, καὶ θαυμάσαντες αὐτοῦ τὸ κάλλος, ἐνομίσαμεν αὐτὸν εἶναι θεόν. Ἀλλ' ἕωλος οὗτος ὁ λόγος ἐστίν. Ὅτι γὰρ οὔτε τὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ' ἡ ἐκείνων ἄνοια, δείκνυμεν ἡμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες ποτέ. Τίνος γὰρ ἕνεκεν αὐτὸν οὐκ ἐθεοποιήσαμεν; οὐ τοῖς αὐτοῖς ὀφθαλμοῖς αὐτὸν βλέπομεν; οὐ τὰ αὐτὰ τῆς κτίσεως ἀπολαύομεν ἅπερ καὶ ἐκεῖνοι; οὐ τὴν αὐτὴν ψυχὴν κεκτήμεθα; οὐ τὸ αὐτὸ σῶμα ἔχομεν, οὐ τὴν αὐτὴν πατοῦμεν γῆν; πῶς ἡμᾶς οὐκ ἔπεισε τὸ κάλλος καὶ τὸ μέγεθος τὰ αὐτὰ νοῆσαι ἐκείνοις; Οὐκ ἐντεῦθεν δὲ τοῦτο ἔσται δῆλον μόνον, ἀλλὰ καὶ ἑτέρωθεν. Ὅτι γὰρ οὐ διὰ τὸ κάλλος αὐτὸν ἐθεοποίησαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν, τὸν πίθηκον τίνος ἕνεκεν προσεκύνησαν, τὸν κροκόδειλον, τὸν κύνα, τὰ εὐτελέστατα τῶν ζώων; Ὄντως Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν. Πλὴν ἀλλ' οὐκ ἀπὸ τούτων ἀπολογησόμεθα μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐροῦμεν.

δʹ. Ταῦτα γὰρ ἄνωθεν ὁ Θεὸς προειδὼς, καὶ ταύτην αὐτῶν ἀνεῖλε τὴν πρόφασιν κατὰ τὴν αὐτοῦ σοφίαν· διὰ τοῦτο οὐ μόνον θαυμαστὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν, ἀλλὰ καὶ φθαρτὸν καὶ ἐπίκηρον, καὶ τῆς ἀσθενείας αὐτοῦ πολλὰ δείγματα ἐγκατέθετο, καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ κόσμου παντός. Τί δὲ ἐπὶ τῶν ἀποστόλων ἐποίησεν; Ἐπειδὴ πολλὰ σημεῖα καὶ θαύματα ἐποίουν καὶ μεγάλα καὶ παράδοξα, εἴασεν αὐτοὺς συνεχῶς μαστίζεσθαι, ἐλαύνεσθαι, δεσμωτήριον οἰκεῖν, ἀσθενείαις περιπίπτειν σωματικαῖς, ἐν διηνεκέσιν εἶναι θλίψεσιν, ἵνα μὴ τῶν σημείων τὸ μέγεθος θεοὺς αὐτοὺς παρὰ τοῖς ἀνθρώποις νομίζεσθαι ποιήσῃ· διὰ τοῦτο, τοσαύτην δοὺς χάριν, τὸ σῶμα ἀφῆκεν εἶναι θνητὸν, πολλοῖς δὲ καὶ ἐπίνοσον, καὶ οὐ μετέβαλεν αὐτῶν τὴν ἀσθένειαν, ἵνα ἐγγυήσηται τὴν φύσιν. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Παύλου οὕτω λέγοντος· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ· καὶ πάλιν· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι. Τί δέ ἐστιν, Ἐν ὀστρακίνοις σκεύεσιν; Ἐν τῷ σώματι τούτῳ, φησὶ, τῷ θνητῷ καὶ ἐπικήρῳ. Καθάπερ γὰρ τὸ ὄστρακον ἐκ πηλοῦ καὶ πυρὸς γίνεται, οὕτω δὴ καὶ τὸ σῶμα τῶν ἁγίων ἐκείνων πήλινον ὂν, καὶ τοῦ πνευματικοῦ πυρὸς δεξάμενον τὴν ἐνέργειαν, γέγονεν ὄστρακον. Καὶ τίνος ἕνεκεν τοῦτο γεγένηται, καὶ θησαυρὸν τοσοῦτον καὶ χαρισμάτων δαψίλειαν θνητῷ καὶ φθαρτῷ σώματι ἐναπέθετο; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀποστόλους νεκροὺς μὲν ἀνιστῶντας, αὐτοὺς δὲ ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, εἴσῃ σαφῶς ὅτι ἡ τοῦ νεκροῦ ἀνάστασις οὐ τῆς δυνάμεως τοῦ ἀναστήσαντος, ἀλλὰ τῆς ἐνεργείας τῆς τοῦ Πνεύματος γέγονεν. Ὅτι γὰρ ἠῤῥώστουν συνεχῶς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ Τιμοθέου· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα· καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγεν, ὅτι Ἐπαφρόδιτος ἠσθένησε πα 49.116 ραπλήσιον θανάτῳ. Εἰ γὰρ καὶ τούτων ὄντων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, καὶ θύειν ἐπεχείρησαν, λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, εἰ μὴ ταῦτα ἐγένετο, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας, τὰ θαύματα τότε ὁρῶντες; Ὥσπερ οὖν ἐνταῦθα διὰ τὸ μέγεθος τῶν σημείων καὶ τὴν φύσιν ἀφῆκεν ἐν ἀσθενείᾳ μένειν, καὶ τοὺς ἐπαλλήλους συνεχώρησε πειρασμοὺς, ἵνα μὴ νομισθῶσιν εἶναι θεοὶ, οὕτω καὶ ἐπὶ τῆς κτίσεως παραπλήσιόν τι τούτοις ἐποίησε. Καὶ γὰρ καλὴν αὐτὴν καὶ μεγάλην, καὶ φθαρτὴν πάλιν κατεσκεύασε. Καὶ ἀμφότερα ταῦτα αἱ Γραφαὶ φιλοσοφοῦσιν· ὁ μὲν γὰρ τὸ