1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

87

τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν· ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ' ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν ἀπατεῶνα δαίμονα τοῦ κηδεμόνος Θεοῦ καὶ τιμήσαντος αὐτὸν ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σωφρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μισῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πονηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κωλύων, καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας διδάσκων αὐτὸν, ὅτι θνητός τέ ἐστι καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων μηδέποτε τοιαῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν· καὶ γὰρ εἶπεν ὁ διάβολος· Ἔσεσθε ὡς θεοί. Πρόῤῥιζον οὖν ταύτην ἀνασπάσαι βουλόμενος τὴν ἔννοιαν, πολυπαθὲς αὐτοῦ καὶ ταλαίπωρον τὸ σῶμα πεποίηκε, δι' αὐτῆς τῆς φύσεως παιδεύων αὐτὸν, μηδέποτε τοιαύτην λαβεῖν ἔννοιαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μάλιστα μὲν καὶ ἐκ τῶν ἐπ' ἐκείνου γεγενημένων δῆλον· μετὰ γὰρ τὴν προσδοκίαν ἐκείνην ταύτῃ κατεδικάσθη τῇ τιμωρίᾳ. Καὶ σκόπει μοι Θεοῦ σύνεσιν· οὐκ ἀφῆκεν αὐτὸν πρῶτον ἀποθανεῖν, ἀλλὰ τὸν υἱὸν τὸν ἐκείνου συνεχώρησε τοῦτο παθεῖν, ἵνα πρὸ τῶν ὀφθαλμῶν ἰδὼν τὸ σῶμα σηπόμενον καὶ φθειρόμενον, μεγάλην ἀπὸ τῆς ὄψεως ταύτης δέξηται φιλοσοφίας διδασκαλίαν, καὶ μάθῃ τί γέγονε, καὶ σωφρονισθεὶς καλῶς, οὕτως ἐντεῦθεν ἀπέλθῃ. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἐκ τῶν ἤδη γεγενημένων τοῦτο δῆλον, οὐκ ἔλαττον δὲ καὶ ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων ἔσται φανερόν. Εἰ γὰρ ἀνάγκῃ τοιαύτῃ τοῦ σώματος ἐνδεδεμένου, καὶ πάντων ἀποθνησκόντων καὶ φθειρομένων καὶ σηπομένων ἐν ταῖς ἁπάντων ὄψεσι καὶ διαλελυμένων εἰς κόνιν, καὶ τῶν ἔξωθεν φιλοσόφων ἕνα καὶ τοῦτον ποιησαμένων συμπληρωτικὸν ὅρον τοῦ τῶν ἀνθρώπων γένους ἐρωτηθέντες γὰρ, τί ποτε ἄνθρωπός ἐστι, ζῶον λογικὸν θνητὸν εἶπον· εἰ τοίνυν πάντων ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθανατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς ὅψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως· εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως ἐπίκηρον καὶ φθαρτὸν, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας πολλοὶ τῶν ἀνθρώπων; Ἄκουσον τοίνυν τί φησιν ὁ προφήτης περί τινος βαρβάρου βασιλέως τοιαύτην μανέντος μανίαν· 49.122 Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Εἶτα καταγελῶν αὐτοῦ, καὶ τὴν τελευτὴν αὐτοῦ δηλῶν, φησίν· Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος τοιαύτην ἀναμένων τελευτὴν, τοιαῦτα φαντάζεσθαι ἐτόλμησας; Καὶ περὶ ἑτέρου πάλιν τοῦ βασιλέως, λέγω τῶν Τυρίων, τοιαῦτα κατασκευάζοντος καὶ βουλομένου νομίζεσθαι θεοῦ, φησί· Σὺ δὲ οὐκ εἶ θεὸς, ἀλλ' ἄνθρωπος, καὶ οἱ κατακεντοῦντές σε τοῦτο ἐροῦσιν. Ὥστε ἄνωθεν καὶ μεθ' ὑπερβολῆς ἀναιρῶν τῆς εἰδωλολατρείας τὴν ὑπόθεσιν, τοιοῦτον ἡμῖν τὸ σῶμα ἐποίησεν ὁ Θεός. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τοῦ σώματος τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν τοιοῦτόν τι γεγενημένον; Θνητὴν μὲν γὰρ οὐκ ἐποίησεν, ἀλλ' ἀφῆκεν ἀθάνατον εἶναι· λήθῃ δὲ καὶ ἀγνοίᾳ καὶ ἀθυμίᾳ καὶ φροντίσιν ὑπεύθυνον αὐτὴν κατεσκεύασε· καὶ τοῦτο ἐποίησεν, ἵνα μὴ πρὸς τὴν οἰκείαν εὐγένειαν ἰδοῦσα, μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Εἰ γὰρ καὶ τούτων ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ· εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν. Ὅτι μὲν γὰρ βελτίονος αὐτὸ ἴσχυε ποιῆσαι ὕλης, ἔδειξεν ἐκ τοῦ οὐρανίου τε σώματος καὶ τοῦ