1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

93

τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύθημεν καὶ βελτίους γεγόναμεν, τοῦ Θεοῦ τὴν καρδίαν τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν διαπαντὸς καὶ καθ' ἡμέραν, Εὐλογητὸς ὁ Θεὸς, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλησίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυπραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχοντες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβὰς, ἵνα μὴ πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.

βʹ. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον, καὶ πρὸς τὸ τέλος αὐτὸν ἠγάγομεν, ἑρμηνεύοντες πῶς Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν Θεοῦ, καὶ τί ποτέ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ ∆ημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ' ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτὴν, ἀλλὰ καὶ γενομένην ἐργάζεσθαι παρεσκεύασεν, οὔτε πᾶσαν ἀκίνητον ἀφεὶς, οὔτε πᾶσαν κινεῖσθαι κελεύσας· ἀλλ' οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ προφήτης φησὶν, Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν καθ' ἑκάστην τρέχει τὴν ἡμέραν· καὶ γῆ πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν οἰκεῖον ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν ὄμβρων 49.129 φύσις. διάφορα δὲ τὰ ἐξ αὐτῶν γινόμενα· καὶ γὰρ ἐν ἁμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆν ἡ γαστὴρ καὶ διαφόρους φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει, τὰ μὲν βραδύτερον, τὰ δὲ ταχύτερον πρὸς ἀκμὴν ἄγουσα. Τίς οὐκ ἂν ταῦτα ἐκπλαγείη καὶ θαυμάσειε; μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ' ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν ἅπασι, καὶ πλουσίοις καὶ πένησι, καὶ ἁμαρτωλοῖς καὶ δικαίοις. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ μυρίων αὐτὴν ζώων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις ἐνθεὶς ἤθη, τὰ μὲν μιμεῖσθαι, τὰ δὲ φεύγειν ἐκέλευσεν. Οἷόν τι λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας καὶ πόνους. ∆ιὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ὀκνηρὸν πρὸς ἐκεῖνον ἔπεμψε λέγουσα· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Οὐ βούλει, φησὶ, παρὰ τῶν Γραφῶν μαθεῖν ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει; οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες· Βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπουδαῖος καὶ διεγηγερμένος. Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας παραίνεσιν, καὶ θαύμασόν σου τὸν ∆εσπότην, μὴ