1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

117

ἑαυτοῖς τὴν ῥῆσιν, πάντων ἀποστησόμεθα τῶν δεινῶν· παγὶς μεγίστη κάλλος γυναικός· μᾶλλον δὲ οὐχὶ κάλλος γυναικὸς, ἀλλ' ἡ ἀκόλαστος ὄψις· μὴ γὰρ δὴ τὰ πράγματα διαβάλλωμεν, ἀλλ' ἡμᾶς καὶ τὴν ἡμετέραν ῥᾳθυμίαν· μηδὲ λέγωμεν, Μὴ ἔστωσαν γυναῖκες, ἀλλὰ Μὴ ἔστωσαν μοιχεῖα· μηδὲ λέγωμεν, Μὴ ἔστω κάλλος, ἀλλὰ Μὴ ἔστω πορνεία· μηδὲ λέγωμεν, Μὴ ἔστω κοιλία, ἀλλὰ Μὴ ἔστω ἀδηφαγία· οὐ γὰρ ἡ κοιλία τὴν ἀδηφαγίαν ποιεῖ, ἀλλ' ἡ ἡμετέρα ῥᾳθυμία. Μὴ λέγωμεν διὰ τὸ φαγεῖν καὶ πιεῖν πάντα τὰ κακά· οὐ γὰρ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν καὶ τὴν ἀπληστίαν τὴν ἡμετέραν. Οὐκ ἔφαγε γοῦν οὐδὲ ἔπιεν ὁ διάβολος, καὶ κατέπεσεν· ἔφαγε καὶ ἔπιεν ὁ Παῦλος, καὶ εἰς τὸν οὐρανὸν ἀνῆλθε. Πόσων ἀκούω λεγόντων, Μὴ ἔστω πενία! Ἐπιστομίζωμεν τοίνυν τοὺς τὰ τοιαῦτα δυσχεραίνοντας· βλασφημία γὰρ τὸ τὰ τοιαῦτα λέγειν ἐστί. Λέγωμεν τοίνυν πρὸς αὐτούς· Μὴ ἔστω μικροψυχία· πενία γὰρ μυρία εἰς τὸν βίον ἡμῶν εἰσήγαγεν ἀγαθὰ, καὶ χωρὶς πενίας ὁ πλοῦτος ἄχρηστος. Μὴ τοίνυν μήτε τοῦτον μήτε ἐκείνην διαβάλλωμεν· πενία γὰρ καὶ πλοῦτος ὅπλα ἐστὶ πρὸς ἀρετὴν ἑκάτερα φέροντα, ἂν ἐθέλωμεν. Ὥσπερ οὖν ὁ γενναῖος στρατιώτης, οἷον ἂν ὅπλον λάβῃ, τὴν οἰκείαν ἀρετὴν ἐπιδείκνυται· οὕτως ὁ ἄνανδρος καὶ δειλὸς ὑφ' ἑκατέρων ἐμποδίζεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητί μοι τοῦ Ἰὼβ, ὃς ὁμοῦ καὶ πλούσιος καὶ πένης γέγονε, καὶ ἑκάτερα τὰ ὅπλα μετεχειρίσατο, καὶ ἐν ἑκατέροις ἐκράτησε. Καὶ ὅτε μὲν πλούσιος ἦν, ἔλεγεν· Ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο· ὅτε δὲ πένης γέγονεν, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὅτε πλούσιος ἦν, πολλὴν τὴν φιλοξενίαν, ὅτε πένης γέγονε, πολλὴν τὴν ὑπομονὴν ἐπεδείξατο. Καὶ σὺ τοίνυν πλούσιος εἶ; πολλὴν ἐπιδείκνυσο τὴν ἐλεημοσύνην. Πένης γέγονας; πολλὴν τὴν καρτερίαν καὶ τὴν ὑπομονήν. Οὔτε γὰρ πλοῦτος κακὸν, οὔτε πενία ἁπλῶς· ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν χρωμένων ἑκάτερα ταῦτα γίνεται.

δʹ. Παιδεύσωμεν τοίνυν ἑαυτοὺς μὴ τοιαύτας περὶ τῶν πραγμάτων ἔχειν τὰς κρίσεις, μηδὲ τὰ ἔργα τοῦ Θεοῦ, ἀλλὰ τὴν προαίρεσιν τὴν πονηρὰν τῶν ἀνθρώπων διαβάλλειν. Τὸν μικρόψυχον οὐδὲ ὁ πλοῦτος ὠφελῆσαι δύναται· τὸν μεγαλόψυχον οὐδὲ ἡ πενία καταβλάπτει ποτέ. Ἐπιγνῶμεν τοίνυν τὰς παγίδας, καὶ πόῤῥωθεν αὐτῶν βαδίζωμεν· ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γινώμεθα. Τοῦτο ἀσφαλείας ἡμῖν ἔσται μεγίστης ὑπόθεσις, τὸ μὴ τὰ ἁμαρτήματα φεύγειν μόνον, ἀλλὰ καὶ τὰ ἀδιάφορα μὲν εἶναι δοκοῦντα, πρὸς δὲ τὰς ἁμαρτίας ἡμᾶς ὑποσκελίζοντα. Οἷόν τι λέγω· Τὸ γελᾷν καὶ ἀστεῖα λέγειν οὐ δοκεῖ μὲν ὡμολογημένον ἁμάρτημα εἶναι, ἄγει δὲ εἰς ὡμολογημένον ἁμάρτημα· πολλάκις γοῦν ἀπὸ γέλωτος αἰσχρὰ ῥήματα τίκτεται, ἀπὸ ῥημάτων αἰσχρῶν πράξεις αἰσχρότεραι· πολλάκις ἀπὸ ῥημάτων καὶ γέλωτος λοιδορία καὶ ὕβρις, ἀπὸ λοιδορίας καὶ ὕβρεως πληγαὶ καὶ τραύματα, ἀπὸ τραυμάτων καὶ πληγῶν σφαγαὶ καὶ φόνοι. Ἂν τοίνυν μέλλῃς περὶ σεαυτοῦ καλῶς βουλεύεσθαι, οὐχὶ τὰ αἰσχρὰ ῥήματα μόνον, οὐδὲ τὰ αἰσχρὰ πράγματα, οὐδὲ τὰς πληγὰς καὶ τὰ τραύματα καὶ τοὺς φόνους, ἀλλὰ καὶ αὐτὸν τὸν ἄκαιρον γέλωτα 49.159 καὶ αὐτὰ τὰ ἀστεῖα ἀποφεύξῃ ῥήματα, ἐπειδὴ τῶν μετὰ ταῦτα κακῶν ῥίζα ταῦτα ἐγένετο. ∆ιὰ τοῦτο ὁ Παῦλός φησι· Μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἰ γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλων ἡμῖν κακῶν αἴτιον γίνεται. Πάλιν τὸ τρυφᾷν οὐ δοκεῖ μὲν ἔγκλημα εἶναι φανερὸν καὶ ὡμολογημένον, μεγάλα δὲ ἡμῖν τίκτει κακὰ, μέθην, παροινίαν, πλεονεξίαν, ἁρπαγάς. Ὁ γὰρ δαπανηρὸς καὶ πολυτελὴς, καὶ λειτουργίας τῇ γαστρὶ λειτουργῶν ἀφορήτους, καὶ κλέπτειν ἀναγκάζεται πολλάκις, καὶ τὰ ἑτέρων ἁρπάζειν, καὶ πλεονεκτεῖν, καὶ βιάζεσθαι. Ἂν τοίνυν φύγῃς τὸ τρυφᾷν, καὶ πλεονεξίας καὶ ἁρπαγῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἡ σπαταλῶσα χήρα ζῶσα τέθνηκε. Τὸ εἰς τὰ θέατρα ἀναβαίνειν πάλιν, καὶ ἵππων