1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

119

τῷ τὰς θύρας ἐξελθεῖν τοῦ δικαστηρίου, οὕτω καὶ ὁ ὀμόσας. Ταῦτα λογιζώμεθα, καὶ μὴ ὁρκίζωμεν τοὺς ἀδελφούς. Τί ποιεῖς, ἄνθρωπε; ἐπὶ τραπέζης ὁρκίζεις ἱερᾶς, καὶ ἔνθα ὁ Χριστὸς κεῖται τεθυμένος, ἐκεῖ τὸν ἀδελφὸν καταθύεις τὸν σόν; Καὶ οἱ μὲν λῃσταὶ ἐπὶ τῶν ὁδῶν θύουσι, σὺ δὲ ἔμπροσθεν τῆς μητέρος τὸν υἱὸν καταθύεις ἐναγέστερον τοῦ Κάϊν ἐργαζόμενος φόνον; Ἐκεῖνος μὲν γὰρ ἔθυσε τὸν ἀδελφὸν αὐτοῦ ἐπὶ τῆς ἐρημίας, καὶ τὸν παρόντα θάνατον· σὺ δὲ θύεις τὸν ἀδελφὸν ἐν μέσῳ τῆς ἐκκλησίας, καὶ τὸν μέλλοντα θάνατον τὸν ἀθάνατον. Μὴ γὰρ ἐκκλησία διὰ τοῦτο γέγονεν, ἵνα ὀμνύωμεν; ∆ιὰ τοῦτο γέγονεν, ἵνα εὐχώμεθα. Μὴ γὰρ τράπεζα διὰ τοῦτο ἕστηκεν, ἵνα ὁρκίζωμεν; ∆ιὰ τοῦτο ἕστηκεν, ἵνα τὰ ἁμαρτήματα λύωμεν, οὐχ ἵνα δεσμῶμεν. Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπόστηθι. Τί οὖν ἐκεῖ περὶ ὅρκων φησίν; Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· σὺ δὲ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖς; Ὢ τῆς ὕβρεως! ὢ τῆς παροινίας! ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον κελεύοι γενέσθαι πρὸς τὴν σφαγήν. Οὐχ οὕτω στένω καὶ δακρύω σφαζομένους ἀκούων τινὰς ἐν ταῖς ὁδοῖς, ὡς στένω καὶ δακρύω καὶ φρίττω, ἐπειδὰν ἴδω τινὰ πλησίον τῆς τραπέζης ταύτης ἐλθόντα, καὶ τὰς χεῖρας θέντα, καὶ τῶν Εὐαγγελίων ἁψάμενον καὶ ὀμνύοντα. Περὶ χρημάτων ἀμφιβάλλεις, εἰπέ μοι, καὶ ψυχὴν ἀναιρεῖς; τί τοσοῦτον κερδαίνεις, ὅσον ζημιοῖς καὶ τὴν ψυχήν σου, καὶ τὸν πλη 49.161 σίον; Εἰ μὲν πιστεύεις, ὅτι ἀληθής ἐστιν ὁ ἀνὴρ, μὴ ἐπαγάγῃς τοῦ ὅρκου τὴν ἀνάγκην· εἰ δὲ οἶδας, ὅτι ψεύδεται, μὴ ἀναγκάσῃς ἐπιορκεῖν. Ἀλλ' ἵνα πληροφορηθῶ, φησίν. Ὅταν μὲν οὖν μὴ ὁρκίσῃς, τότε ἱκανὴν δέξῃ πληροφορίαν. Νῦν μὲν γὰρ ἀναχωρήσας οἴκαδε κατεσθίῃ διηνεκῶς ὑπὸ τοῦ συνειδότος ταῦτα λογιζόμενος, ἆρα μὴ μάτην ὥρκωσα; ἆρα μὴ ἐπιώρκησεν; ἆρα μὴ ἐγὼ τῆς ἁμαρτίας ἐγενόμην αἴτιος; Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχωρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων· Εὐλογητὸς ὁ Θεὸς, ὅτι κατέσχον ἐμαυτὸν, καὶ οὐχ ὥρκωσα εἰκῆ οὐδὲ μάτην. Οἰμωζέτω τὸ χρυσίον, ἀπολλύσθω τὰ χρήματα, ὥστε πληροφορίαν ἡμῖν τοῦτο ἐντίθησι μάλιστα, τὸ μὴ παραβῆναι τὸν νόμον, μηδὲ ἕτερον ἀναγκάσαι τοῦτο ποιῆσαι. Ἐννόησαι διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παραμυθίαν καὶ παράκλησιν. Πολλάκις γοῦν μάχης γινομένης ὑβριζόμενοι φέρομεν γενναίως, καὶ πρὸς τὸν ὑβρίζοντα λέγομεν· Τί σοι ποιήσω; ὁ δεῖνά με κωλύει, ὁ προστάτης ὁ σὸς, ἐκεῖνός μου κατέχει τὰς χεῖρας· καὶ ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν. Οὕτω καὶ σὺ, ἐπειδὰν μέλλῃς τινὰ ὁρκίζειν, ἐπίσχες σαυτὸν καὶ κώλυσον, καὶ εἰπὲ πρὸς τὸν μέλλοντα ὀμνύναι· Τί σοι ποιήσω; ὁ Θεὸς ἐκέλευσε μὴ ὁρκίζειν· ἐκεῖνός με κατέχει νῦν. Ἀρκεῖ τοῦτο καὶ εἰς τιμὴν τοῦ νομοθετήσαντος, καὶ εἰς ἀσφάλειαν σὴν, καὶ εἰς φόβον τοῦ μέλλοντος ὀμνύναι. Ὅταν γὰρ ἐκεῖνος ἴδῃ, ὅτι ὁρκῶσαι ἑτέρους οὕτω δεδοίκαμεν, πολλῷ μᾶλλον αὐτὸς ὀμόσαι προπετῶς φοβηθήσεται· ἂν 49.162 τοῦτο τὸ ῥῆμα φθέγξῃ, μετὰ πολλῆς οἴκαδε ἀναχωρήσεις τῆς πληροφορίας. Ἄκουσον γοῦν τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, ἵνα καὶ αὐτὸς ἀκούσῃ σοῦ ἐν ταῖς προσευχαῖς. Τοῦτο τὸ ῥῆμα ἐγγραφήσεται ἄνω, καὶ παραστήσεταί σοι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καὶ πολλὰς ἁμαρτίας διαλύσεται. Καὶ τοῦτο μὴ ἐπὶ τοῦ ὅρκου μόνον, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν πραγμάτων λογιζώμεθα, καὶ ὅταν μέλλωμέν τι διὰ Θεὸν ποιεῖν ἀγαθὸν, εἶτα φέρῃ ζημίαν τινὰ, μὴ τὴν ζημίαν τὴν ἐκ τοῦ πράγματος βλέπωμεν μόνον, ἀλλὰ καὶ τὸ κέρδος, ὃ καρπωσόμεθα ἐκ τοῦ διὰ τὸν Θεὸν ποιῆσαι. Οἷόν τι λέγω· Ὕβρισέ σέ τις; φέρε γενναίως· οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως. Ἔδωκας ἐλεημοσύνην; μὴ τὴν δαπάνην ἐννόει, ἀλλὰ καὶ τὴν πρόσοδον τὴν ἀπὸ τῆς δαπάνης. Ἐζημιώθης χρήματα; εὐχαρίστησον, καὶ μὴ τὴν ὀδύνην τὴν ἀπὸ τῆς ζημίας