1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

129

Ἔτεσι γὰρ τοσούτοις ἐν ταῖς αὐτῶν καλύβαις συγκεκλεισμένοι, οὐδενὸς παρακαλέσαντος, οὐδενὸς συμβουλεύσαντος, ἐπειδὴ τοσοῦτον νέφος εἶδον τὴν πόλιν περιιστάμενον, καταλιπόντες αὐτῶν τὰς σκηνὰς καὶ τὰ σπήλαια, πάντοθεν συν 49.173 έῤῥευσαν, καθάπερ ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενόμενοι· καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ τότε, πανταχοῦ τῶν ἁγίων ἐκείνων φαινομένων, καὶ ἀπὸ τῆς ὄψεως μόνον παρακαλούντων τοὺς ὀδυνωμένους, καὶ πρὸς πᾶσαν ὑπεροψίαν συμφορᾶς ἀγόντων. Τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν κατεγέλασε θανάτου; οὐκ ἂν ὑπερεῖδε ζωῆς; Οὐ τοῦτο δὲ μόνον ἦν τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ τοῖς ἄρχουσιν αὐτοῖς προσελθόντες μετὰ παῤῥησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων, καὶ τὸ αἷμα παρεσκευάσαντο πάντες ἐκχεῖν, καὶ τὰς κεφαλὰς ἀποθέσθαι, ὥστε τοὺς ἁλόντας τῶν προσδοκωμένων ἐξαρπάσαι δεινῶν, καὶ οὐκ ἔφησαν ἀποστήσεσθαι πρότερον, ἕως ἂν ἢ φείσωνται τοῦ δήμου τῆς πόλεως οἱ δικάζοντες, ἢ κοινῇ μετὰ τῶν ὑπευθύνων αὐτοὺς πρὸς βασιλέα πέμψωσι. Θεοφιλὴς γάρ ἐστι, φησὶν, ὁ κρατῶν τῆς καθ' ἡμᾶς οἰκουμένης, πιστὸς, ἐν εὐσεβείᾳ ζῶν· ἡμεῖς οὖν αὐτὸν καταλλάξομεν πάντως· οὐκ ἐπιτρέψομεν ὑμῖν οὐδὲ συγχωρήσομεν αἱμάξαι ξίφος, οὐδὲ ἀποτεμεῖν κεφαλήν. Εἰ δὲ μὴ ἀνάσχοισθε, καὶ ἡμεῖς μετ' αὐτῶν ἀποθανούμεθα πάντως. ∆εινὰ μὲν τὰ τετολμημένα καὶ ἡμεῖς ὁμολογοῦμεν, ἀλλ' οὐχ ὑπερβαίνει τὴν τοῦ βασιλέως φιλανθρωπίαν ἡ τῶν γεγενημένων παρανομία. Λέγεταί τις ἐξ αὐτῶν καὶ ἕτερον ῥῆμα γέμον φιλοσοφίας εἰπεῖν, ὅτι οἱ μὲν ἀνδριάντες οἱ κατενεχθέντες ἀνέστησαν πάλιν, καὶ τὸ οἰκεῖον ἀπέλαβον σχῆμα, καὶ τὸ γεγενημένον διόρθωσιν ἔσχε ταχίστην· ὑμεῖς δὲ ἂν τοῦ Θεοῦ τὴν εἰκόνα ἀποκτείνητε, πῶς δυνήσεσθε πάλιν ἀνακαλέσασθαι τὸ πεπλημμελημένον; πῶς ἀναστῆσαι τοὺς ἀπολλυμένους, καὶ τὰς ψυχὰς τοῖς σώμασιν ἀποδοῦναι; Πολλὰ καὶ περὶ κρίσεως αὐτοῖς διελέχθησαν. βʹ. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν φιλοσοφίαν τῶν ἀνδρῶν; Εἰ γὰρ μία τῶν ὑπευθύνων μήτηρ γυμνώσασα τὴν κεφαλὴν καὶ τὰς πολιὰς δείξασα, τοῦ μέλλοντος δικάζειν κατασχοῦσα τὸν ἵππον ἀπὸ τοῦ χαλινοῦ, καὶ παρατρέχουσα διὰ τῆς ἀγορᾶς οὕτως εἰς τὸ δικαστήριον συνεισῆλθε, πάντες ἐξεπλάγημεν, πάντες ἐθαυμάσαμεν τὴν φιλοστοργίαν, τὴν μεγαλοψυχίαν· πῶς οὐχὶ μᾶλλον τούτους ἐκπλήττεσθαι χρή; Ἐκείνη μὲν γὰρ εἰ καὶ ἀπέθανεν ὑπὲρ τοῦ παιδὸς, οὐδὲν θαυμαστόν· μεγάλη γὰρ ἡ τῆς φύσεως τυραννὶς, καὶ ἄμαχος ἡ τῶν ὠδίνων ἀνάγκη· οὗτοι δὲ οὓς οὐκ ἐγέννησαν οὐδὲ ἔθρεψαν, μᾶλλον δὲ οὓς οὐκ εἶδον, ὧν οὐκ ἤκουσαν, οἷς οὐδέποτε συνεγένοντο, οὓς ἀπὸ τῆς συμφορᾶς ἐγνώρισαν μόνης, οὕτως ἐφίλησαν ὡς, εἰ καὶ μυρίας εἶχον ψυχὰς, ἑλέσθαι πάσας ὑπὲρ τῆς τούτων ἐπιδοῦναι σωτηρίας. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐκ ἐσφάγησαν οὐδὲ ἐξέχεαν τὸ αἷμα, ἀλλ' ὅτι τοσαύτῃ πρὸς τοὺς δικάζοντας ἐχρήσαντο παῤῥησίᾳ, ὅσῃ μόνους τοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν ψυχῆς χρήσασθαι εἰκὸς ἦν, καὶ μετὰ τοιαύτης γνώμης ἀπὸ τῶν ὀρῶν ἐπὶ τὸ δικαστήριον ἔδραμον. Οὐδὲ γὰρ, εἰ μὴ πρότερον ἑαυτοὺς πρὸς πᾶσαν παρεσκεύασαν σφαγὴν, οὐκ ἂν οὕτως ἴσχυσαν πρὸς τοὺς δικάζοντας ἐλευθεροστομῆσαι τότε καὶ τοσαύτην ἐπιδείξασθαι με γαλοψυχίαν. Καὶ γὰρ διημέρευον πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου καθήμενοι, τοὺς ἀπάγεσθαι μέλλοντας ἐξαρπάσαι τῶν δημίων παρεσκευασμένοι. Ποῦ νῦν εἰσιν οἱ τοὺς τρίβωνας ἀναβεβλημένοι, καὶ βαθὺ γένειον δεικνύντες, καὶ ῥόπαλα τῇ δεξιᾷ φέροντες, οἱ τῶν ἔξωθεν φιλόσοφοι, τὰ κυνικὰ καθάρματα, οἱ τῶν ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακείμενοι, καὶ γαστρὸς 49.174 ἕνεκεν πάντα ποιοῦντες; Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μόνοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύμενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος, οὕτως ἀδεῶς ἐπὶ τῆς ἀγορᾶς ἐφάνησαν. Καὶ οἱ μὲν τὰς πόλεις οἰκοῦντες πρὸς τὰ ὄρη καὶ τὰς ἐρημίας ἀπέπτησαν, οἱ δὲ τῆς ἐρήμου πολῖται εἰς τὴν πόλιν εἰσήλασαν, δεικνύντες διὰ τῶν ἔργων αὐτῶν, ὅπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις