1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

141

φησὶν, εἶτα εὕρῃ τὸν οἶκον σχολάζοντα καὶ σεσαρωμένον, ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ πάλιν λαβὸν ἐπεισέρχεται τῇ ψυχῇ, καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, μὴ τῶν προτέρων ἀπαλλαγέντες, μείζονα τῶν προτέρων ἐπισπασώμεθα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Οἶδα, ὅτι ὑμεῖς ταύτης καθαροί ἐστε τῆς ἀτοπίας· ἀλλὰ καὶ τοὺς ἀκοσμοῦντας κατέχετε, κολάζετε, σωφρονίζετε, ἵνα πάντοτε χαίρωμεν, καθὼς ὁ Παῦλος προσέταξεν, ὅπως καὶ τῶν οἰκείων κατορθωμάτων καὶ τῆς ἑτέρων προνοίας πολλὴν καὶ ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν καρπωσώμεθα τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

49.187 Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ

τοῦ μὴ ὀμνύειν. Ὁμιλία ιθʹ. αʹ. Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμπροσθεν ταύταις ἡμέραις·

ἐνεφορήθητε τῆς πνευματικῆς ἑορτῆς· ἐσκιρτήσατε τὰ καλὰ σκιρτήματα· εἴδετε πλευρὰς ἠνεῳγμένας, καὶ λαγόνας κατατμηθείσας, αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη· εἴδετε φύσιν ἀνθρωπίνην τὰ ὑπὲρ φύσιν ἐπιδεικνυμένην, καὶ στεφάνους ἐξ αἵματος πλεκομένους· ἐχορεύσατε χορείαν καλὴν, πανταχοῦ τῆς πόλεως τοῦ καλοῦ τούτου περιάγοντος ὑμᾶς στρατηγοῦ· ἀλλ' ἡμᾶς ἡ ἀσθένεια καὶ ἄκοντας οἴκοι μένειν κατηνάγκαζε. Πλὴν εἰ καὶ μὴ μετέσχομεν τῆς ἑορτῆς, μετέσχομεν τῆς ἡδονῆς· εἰ καὶ μὴ τῆς πανηγύρεως ἀπηλαύσαμεν, ἀλλ' ἐκοινωνήσαμεν τῆς εὐφροσύνης ὑμῖν. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· τοὺς οὐκ ἀπολαύοντας τῶν ἀπολαυόντων ἐξ ἴσης ποιεῖ χαίρειν, κοινὰ τὰ τῶν πλησίον 49.188.40 ἀγαθὰ πείθουσα νομίζειν. ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν. Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν ἀδελφῶν παρουσίαν τῶν ἡμετέρων, οἳ τὴν πόλιν ἡμῖν ἐκαλλώπισαν τήμερον καὶ τὴν ἐκκλησίαν ἐκόσμησαν. Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν, βίον σώφρονα καὶ σεμνὸν ἔχων. Παρὰ γὰρ τοῖς ἀνδράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵππων ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή· ἀλλ' ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελήλαται, πολλὴ δὲ πανταχοῦ ἀνθεῖ ἡ σωφροσύνη. Τὸ δὲ αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον 49.189 τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην μετιόντες ἢν πρὸ τῶν ἄλλων ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν ἔχουσαν, πολλὴν δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν. Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον. Τούτων ἕκαστον ἴδοις ἂν, νῦν μὲν ζευγνύντα βόας ἀροτῆρας καὶ ἄροτρον ἕλκοντα καὶ βαθεῖαν αὔλακα κατατέμνοντα, νῦν δὲ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντα βῆμα καὶ τὰς ψυχὰς ἀροτριῶντα τῶν ὑπηκόων, νῦν μὲν δρεπάνῃ τὰς ἀκάνθας ἐκτέμνοντα τῆς γῆς, νῦν δὲ λόγῳ τὰς ἁμαρτίας ἐκκαθαίροντα τῶν ψυχῶν. Οὐ γὰρ ἐπαισχύνονται τὴν ἐργασίαν, καθάπερ οἱ τὴν πόλιν ἡμῖν οἰκοῦντες, ἀλλ' ἐπαισχύνονται τὴν ἀργίαν, μαθόντες ὅτι πᾶσαν ἐκείνη τὴν κακίαν ἐδίδαξε, καὶ διδάσκαλος πονηρίας ἐγένετο ἐξ ἀρχῆς τοῖς ἀγαπῶσιν αὐτήν. Οὗτοι μάλιστά εἰσιν οἱ τὴν ἀρίστην ἡμῖν φιλοσοφοῦντες φιλοσοφίαν, οὐκ ἀπὸ τοῦ σχήματος, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν ἀρετὴν ἐνδεικνύμενοι