1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

145

διαπεσεῖν. Εἶτα δεικνὺς, ὡς οὐκ ἔστι τοῦτο, ἀλλ' ἀπολεῖται πάντως διὰ τὸν ὅρκον, περὶ τῆς κολάσεως αὐτῆς διαλέγεται, καὶ τὴν αἰτίαν τίθησιν· Αἱ ῥίζαι γὰρ αὐτῆς, φησὶ, τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσονται πάντα τὰ προσανατέλλοντα αὐτῇ. Καὶ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει καθαιρεθήσεται, ἀλλ' ἐπειδὴ τὸν 49.193 Θεὸν ἐξεπολέμωσεν ἑαυτῇ διὰ τοὺς ὅρκους ἐκείνους, ἐπήγαγεν· Οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. Καὶ ἡ μὲν παραβολὴ αὕτη, πάλιν δὲ αὐτὴν σαφηνίζει οὕτως εἰπών· Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ. Εἶτα εἰπὼν ἕτερά τινα μεταξὺ, λέγει τοὺς ὅρκους καὶ τὰς συμμαχίας· ∆ιαθήσεται γὰρ, φησὶ, πρὸς αὐτὸν διαθήκην. Εἶτα καὶ τὴν ἀποστασίαν δηλῶν, Καὶ ἀποστήσεται, φησὶν, ἀπ' αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. Καὶ μετὰ ταῦτα ἐπάγει, δεικνὺς ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα γίνεται τὰ τῆς ἀπωλείας· Εἰ μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύσαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει, καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ, ὅτι ἠτίμωσε τὴν ὁρκωμοσίαν, τοῦ παραβῆναι τὴν διαθήκην μου, ἦ μὴν τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου. Ὁρᾷς πῶς οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλεονάκις εἶπεν, ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα ἔπασχεν ἐκεῖνος; καὶ γὰρ ἀπαραίτητός ἐστιν ὁ Θεὸς, ὑβριζομένων ὅρκων. Οὐκ ἐκ τῆς κολάσεως δὲ μόνης τῆς ἐπαχθείσης τῇ πόλει διὰ τὸν ὅρκον τοῦτον, τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀναβολῆς, ὅσην ποιεῖται ὁ Θεὸς τὴν σπουδὴν ὑπὲρ τοῦ μὴ καταπατεῖσθαι τοὺς ὅρκους. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου, ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, ἦλθεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλήμ· καὶ περιεκάθισεν αὐτὴν, καὶ περιῳκοδόμησεν αὐτῇ τεῖχος κυκλόθεν· καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου τοῦ βασιλέως, ἐννάτῃ τοῦ μηνὸς, καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν αὐτῇ τῇ πόλει, καὶ οὐκ ἦν ἄρτος τοῦ φαγεῖν τῷ λαῷ, καὶ ἐῤῥάγη ἡ πόλις. Ἠδύνατο μὲν γὰρ ἐκ πρώτης εὐθέως αὐτοὺς παραδοῦναι τῆς ἡμέρας καὶ ποιῆσαι τοῖς πολεμίοις ὑποχειρίους, ἀλλὰ διὰ τοῦτο χρόνον ἐν μέσῳ τριῶν ἐτῶν τριβῆναι συνεχώρησε, καὶ πολιορκίας αὐτοὺς αἰσθέσθαι χαλεπωτάτης ἐποίησεν, ἵνα καὶ τῷ τῶν στρατιωτῶν ἔξωθεν φόβῳ καὶ τῷ συνέχοντι τὴν πόλιν ἔνδον λιμῷ σωφρονιζόμενοι, καὶ ἄκοντα τὸν βασιλέα καταναγκάσωσιν ὑποταγῆναι τῷ βαρβάρῳ, καὶ γενέσθαι τινὰ τῷ ἁμαρτήματι παραμυθίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐκ ἐμὸς ὁ στοχασμὸς, ἄκουσον τί διὰ τοῦ προφήτου φησὶ πρὸς αὐτόν· Ἐὰν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου. Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ κατακαύσουσιν αὐτὴν, καὶ σὺ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν. Καὶ εἶπεν ὁ βασιλεύς· Λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ παραδῶσί με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσωνταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσουσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σέ· καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου· καὶ εἰ μὴ θελήσεις ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι ὁ Κύριος· Πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἴκῳ βασιλέως Ἰούδα ἐξάγονται πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται λέγουσιν· Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου· κατισχύσουσιν ἐν ὀλισθήμασι πόδας σου· ἀπέστρεψαν ἀπὸ σοῦ, καὶ πάσας τὰς γυναῖκάς σου ἐξάξουσι 49.194 πρὸς τοὺς Χαλδαίους, καὶ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαήσεται πυρί. Ἀλλ' ἐπειδὴ οὐκ ἔπεισε ταῦτα λέγων, ἀλλ' ἔμεινεν ἐπὶ τῆς ἁμαρτίας καὶ τῆς παρανομίας,