1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

148

τῶν χειμάῤῥων συμβαίνει πολλάκις· καὶ γὰρ ἐκεῖνοι μικρᾶς ἂν ἐπιλάβωνται μόνον εἰσόδου, ὁλόκληρον τὸ ῥεῦμα εἰσάγουσι. Καὶ σὺ τοίνυν εἰ καὶ πάντοθεν σαυτὸν ἐτείχισας, μικρὸν δὲ ὑπολείπεται μέρος λοιπὸν, καὶ τοῦτο ἀπόφραξον τῷ διαβόλῳ, ἵνα ἐστηριγμένος ᾖς πάντοθεν. Εἶδες τὴν δρεπάνην; εἶδες τὴν κεφαλὴν Ἰωάννου; ἤκουσας τῆς ἱστορίας τῆς κατὰ τὸν Σαούλ; ἤκουσας τῆς αἰχμαλωσίας τῆς Ἰουδαϊκῆς τὸν τρόπον; μετὰ δὲ τούτων πάντων ἤκουσας τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν ὁπωσοῦν διαβολικόν ἐστι, καὶ ὅλον τοῦ πονηροῦ τὸ κατασκεύασμα; ἔμαθες ὅτι πανταχοῦ τοῖς ὅρκοις ἕπονται ἐπιορκίαι; Ταῦτα δὴ πάντα συναγαγὼν ἔγγραψον τῇ διανοίᾳ σου. Οὐχ ὁρᾷς, πῶς αἱ γυναῖκες καὶ τὰ μικρὰ παιδία ἀντὶ φυλακῆς μεγάλης Εὐαγγέλια ἐξαρτῶσι τοῦ τραχήλου, καὶ πανταχοῦ περιφέρουσιν, ὅπουπερ ἂν ἀπίωσιν; Σὺ τὰ παραγγέλματα τοῦ Εὐαγγελίου καὶ τοὺς νόμους ἔγγραψόν σου τῇ διανοίᾳ. Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγγέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ' ἔνδον αὐτὸ τοῖς τῆς ψυχῆς ἀποτιθέμενος ταμείοις. Ἀνιστάμενος τοίνυν ἀπὸ τῆς κλίνης, καὶ τὴν οἰκίαν ἐκβαίνων τὴν σεαυτοῦ, τὸν νόμον ἐπίλεγε τοῦτον, Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, καὶ ἔσται σοι διδασκαλία τὸ ῥῆμα· οὐδὲ γὰρ πολλοῦ δεῖ πόνου, ἀλλὰ μικρᾶς προσοχῆς μόνον. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εὔδηλον ἐκεῖθεν· Τὸν υἱόν σου καλέσας φόβησον, καὶ ἀπείλησον αὐτῷ ἐπιθήσειν πληγὰς ὀλίγας, εἰ μὴ κατορθώσειε τὸν νόμον τοῦτον, καὶ ὄψει ὡς εὐθέως ἀποστήσεται τῆς συνηθείας. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τὰ μὲν μικρὰ παιδία τὸν παρ' ἡμῶν δεδοικότα φόβον περιγένοιτο τῆς ἐντολῆς, ἡμεῖς δὲ μηδὲ οὕτω φοβούμεθα τὸν Θεὸν, ὡς ἡμᾶς οἱ υἱοὶ δεδοίκασιν; Ὅπερ οὖν καὶ πρώην εἶπον, τοῦτο καὶ νῦν λέγω. Νόμον ἑαυτοῖς θῶμεν, μὴ πρότερον μὴ δημοσίων, μὴ ἰδιωτικῶν ἅψασθαι πραγμάτων, ἕως ἂν τοῦτον ἐκ 49.197 πληρώσωμεν τὸν νόμον, καὶ πάντως ὑπὸ τῆς ἀνάγκης συνωθούμενοι περιεσόμεθα ῥᾳδίως, καὶ κοσμήσομεν μὲν ἑαυτοὺς, κοσμήσομεν δὲ καὶ τὴν πόλιν ἅπασαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πανταχοῦ τῆς οἰκουμένης ταῦτα ἀκούειν, ὡς ἐν Ἀντιοχείᾳ κεκράτηκεν ἔθος Χριστιανοῖς πρέπον, καὶ οὐδενὸς ἀκούσῃ, κἂν μεγίστη ἀνάγκη ἐπικέηται, ὅρκον προϊεμένου. Πάντως ἀκούσονται ταῦτα αἱ γείτονες πόλεις· μᾶλλον δὲ οὐχ αἱ γείτονες μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ πέρατα τῆς γῆς ὁ λόγος ἀφίξεται· καὶ γὰρ εἰκὸς, καὶ ὑμῖν ἐπιμιγνυμένους ἐμπόρους, καὶ ἐντεῦθεν ἑτέρους ἀφικνουμένους ταῦτα ἀπαγγέλλειν ἅπαντα. Ὅταν οὖν ἄλλας πόλεις ἐγκωμιάζοντες πολλοὶ λιμένας λέγωσι, καὶ ἀγορὰν, καὶ ἀφθονίαν ὠνίων, δότε τοῖς ἐντεῦθεν ἀφικνουμένοις λέγειν, ὅτι ὅπερ ἐστὶν ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν ἄλλων πόλεων ἔστιν 49.198 ἰδεῖν· ἕλοιντο γὰρ ἂν οἱ ἄνθρωποι οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες τὴν γλῶτταν ἐκκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι. Τοῦτο ὑμῖν κόσμος ἔσται καὶ ἀσφάλεια· οὐ μόνον δὲ, ἀλλὰ καὶ μισθὸν οἴσει πολύν. Καὶ γὰρ πάντως ζηλώσουσιν ὑμᾶς ἕτεροι καὶ μιμήσονται· εἰ γὰρ ἕνα τις καὶ δύο κερδάνας τοσοῦτον λήψεται μισθὸν παρὰ τοῦ Θεοῦ, οἱ τὴν οἰκουμένην ἅπασαν παιδεύοντες πόσας οὐ λήψεσθε τὰς ἀμοιβάς; Χρὴ τοίνυν σπουδάζειν καὶ ἐγρηγορέναι καὶ νήφειν, εἰδότας ὡς οὐχὶ τῶν οἰκείων κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῶν ἑτέροις κατορθουμένων ἀντίδοσιν ληψόμεθα μεγίστην, καὶ πολλῆς παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύσομεν· ἧς γένοιτο διηνεκῶς πάντας ἡμᾶς ἀπολαύσαντας τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.