1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

159

οὕτω μέχρι τῆς συντελείας καὶ παρουσίας τοῦ Χριστοῦ τὸ πρόσταγμα βαῖνον, τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τοῦτον τὸν μισθόν. Ἂν μάθῃ λέγειν ὁ υἱός σου, Πίστευσον, οὐ δυνήσεται εἰς θέατρον ἀναβῆναι, οὐδὲ εἰς καπηλεῖον εἰσελθεῖν, οὐδὲ ἐν κύβοις διατρίψαι· τὸ γὰρ ῥῆμα τοῦτο ἀντὶ χαλινοῦ τὸ στόμα περικείμενον, καὶ ἄκοντα ἐρυθριᾷν παρασκευάσει καὶ αἰσχύνεσθαι· εἴ ποτε ἐν ἐκείνοις φανείη, καὶ ἀποπηδᾷν ἀναγκάσει ταχέως. Ἀλλὰ καταγελῶσιν ἐκεῖνοι· ἀλλὰ σὺ δάκρυσον αὐτῶν τὴν παρανομίαν. Πολλοὶ καὶ τοῦ Νῶε κατεγέλασάν ποτε, ὅτε τὴν κιβωτὸν κατεσκεύαζεν· ἀλλ' ὅτε ἦλθεν ὁ κατακλυσμὸς, ἐκεῖνος αὐτῶν κατεγέλασε· μᾶλλον δὲ οὐδέποτε αὐτῶν κατεγέλασεν ὁ δίκαιος, ἀλλ' ἐθρήνησε καὶ ἐστέναξεν. Ὅταν οὖν ἴδῃς γελῶντας, ἐννόησον, ὅτι οἱ γελῶντες νῦν ὀδόντες τότε κλαυθμὸν καὶ βρυγμὸν ὑποστήσονται χαλεπώτατον, καὶ τοῦ γέλωτος τούτου μνησθήσονται τρίζοντες κατ' ἐκείνην τὴν ἡμέραν καὶ βρυχόμενοι· τότε ἀναμνησθήσῃ τοῦ γέλωτος τούτου. Πόσα κατεγέλασε τοῦ Λαζάρου ὁ πλούσιος! ἀλλ' ὕστερον ἰδὼν 49.211 αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, ἑαυτὸν ἐθρήνει λοιπόν.

θʹ. Ταῦτα οὖν ἅπαντα ἐννοῶν συνώθει πάντας ταχέως εἰς τὴν τῆς ἐντολῆς ἐκπλήρωσιν. Καὶ μή μοι λέγε, ὅτι Κατὰ μικρὸν, μηδὲ εἰς τὴν αὔριον ἀναβάλλου· ἡ γὰρ αὔριον οὐδέποτε λαμβάνει τέλος. Τεσσαράκοντα λοιπὸν ἡμέραι παρῆλθον· ἂν τοίνυν τὸ Πάσχα παρέλθῃ τὸ ἱερὸν, οὐδενὶ συγγνώσομαι λοιπὸν, οὐδὲ παραίνεσιν προσάξω, ἀλλ' ἐπιταγὴν καὶ ἀποτομίαν ἀκαταφρόνητον· οὐδὲ γὰρ ἰσχυρὰ αὕτη ἡ ἀπολογία ἡ διὰ τῆς συνηθείας. ∆ιὰ τί ὁ κλέπτων οὐ προβάλλεται συνήθειαν, καὶ ἀπαλλάττεται κολάσεως; διὰ τί ὁ φονεύων καὶ μοιχεύων; Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ 49.212 γενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν λήψομαι δὲ πάντως, εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης· τοῦτο γάρ ἐστι μετασχεῖν κοινωνίας. Γένοιτο δὲ εὐχαῖς τῶν προέδρων καὶ τῶν ἁγίων πάντων καὶ ταῦτα καὶ τὰ ἄλλα πάντα διορθώσαντας ἐλαττώματα, τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

49.211 Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν· καὶ πρὸς τοὺς

πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν. Ὁμιλία καʹ.

αʹ. Ἀπὸ τῆς ῥήσεως, ἀφ' ἧς ἀεὶ παρὰ τὸν καιρὸν τῶν κινδύνων πρὸς τὴν ὑμετέραν εἰώθειν ἀγάπην προοιμιάζεσθαι, ἀπὸ τῆς αὐτῆς ταύτης καὶ σήμερον ἄρξομαι τοῦ πρὸς ὑμᾶς λόγου, καὶ ἐρῶ μεθ' ὑμῶν· Εὐλογητὸς ὁ Θεὸς, ὁ τὴν ἱερὰν ταύτην ἑορτὴν μετὰ χαρᾶς καὶ εὐφροσύνης πολλῆς καταξιώσας ἡμᾶς ἐπιτελέσαι σήμερον, καὶ τὴν κεφαλὴν ἀποδοὺς τῷ σώματι, καὶ τὸν ποιμένα τοῖς προβάτοις, καὶ τὸν διδάσκαλον τοῖς μαθηταῖς, τὸν στρατηγὸν τοῖς στρατιώταις, τὸν ἀρχιερέα τοῖς ἱερεῦσιν· εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ἡμῖν μὲν γὰρ ἀρκοῦν εἶναι ἐδόκει τὸ τῶν ἐπικειμένων τέως ἀπαλλαγῆναι κακῶν, καὶ ὑπὲρ τούτου πᾶσαν ἐποιούμεθα τὴν ἱκετηρίαν· ὁ δὲ φιλάνθρωπος Θεὸς, καὶ τῇ δόσει τὰς αἰτήσεις ἡμῶν ἀεὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τὸν πατέρα ἡμῖν θᾶττον ἐλπίδος ἁπάσης ἀπέδωκε. Τίς γὰρ ἂν προσεδόκησεν, ὅτι ἐν οὕτως ὀλίγαις ἡμέραις καὶ ἀπελεύσεται, καὶ διαλέξεται τῷ βασιλεῖ, καὶ λύσει τὰ δεινὰ, καὶ πάλιν ἐπανήξει πρὸς ἡμᾶς οὕτω ταχέως, ὡς καὶ τὸ Πάσχα τὸ ἱερὸν δυνηθῆναι φθάσαι καὶ