1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

162

ἕως ὁ Θεὸς αὐτὸν ἐξεκαλέσατο εἰπὼν, Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον· οὕτω καὶ οὗτος ἐποίησεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ βασιλεὺς δακρύοντα καὶ κάτω κύπτοντα, προσῆλθεν αὐτὸς, καὶ ὅπερ ἔπαθε διὰ τῶν δακρύων τοῦ ἱερέως, τοῦτο ἐδείκνυ διὰ τῶν ῥημάτων τῶν πρὸς αὐτόν· οὐ γὰρ θυμουμένου οὐδὲ ἀγανακτοῦντος ἦσαν οἱ λόγοι, ἀλλ' ἀλγοῦντος· οὐκ ὀργιζομένου, ἀλλ' ἀθυμοῦντος καὶ περιοδυνίᾳ κατεχομένου μᾶλλον· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰ τὰ ῥήματα ἀκούσαντες εἴσεσθε. Οὐ γὰρ εἶπε· Τί ποτε τοῦτό ἐστιν; ὑπὲρ ἀνθρώπων μιαρῶν καὶ παμμιάρων, καὶ οὓς οὔτε ζῇν ἔδει, πρεσβείαν ἥκεις κομίζων, τῶν τυράννων, τῶν νεωτεροποιῶν τῶν πάσης ἀξίων κολάσεως; Ἀλλὰ πάντα ταῦτα ἀφεὶς τὰ ῥήματα, ἀπολογίαν συνέθηκεν ἐντροπῆς γέμουσαν καὶ βαρύτητος, καὶ τὰς ἑαυτοῦ κατέλεγεν εὐεργεσίας, ὅσας παρὰ πάντα τὸν καιρὸν τῆς βασιλείας τὴν πόλιν ἡμῶν εὐηργέτησε, καὶ ἐφ' ἑκάστῳ ἔλεγεν· Ταῦτά με ἀντ' ἐκείνων παθεῖν ἔδει; ποίων ἀδικημάτων με ταύτην ἐπράξαντο δίκην; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες, οὐκ εἰς ἐμὲ μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἀπελθόντας ἐνύβρισαν; οὐκ ἤρκει τὸν θυμὸν στῆναι μέχρι τῶν ζώντων; ἀλλ' εἰ μὴ καὶ τοὺς ταφέντας καθυβρίσαιεν, οὐδὲν ἐνόμισαν νεανικὸν ποιεῖν. Ἠδικήκαμεν ἡμεῖς, ὡς αὐτοὶ νομίζουσι· οὐκοῦν τῶν νεκρῶν φείσασθαι ἔδει τῶν οὐδὲν ἠδικηκότων· οὐ γὰρ δὴ κἀκείνοις ταῦτα ἐγκαλεῖν εἶχον. Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;

γʹ. Ἐνταῦθα πικρὸν ἀνοιμώξας ὁ ἱερεὺς, καὶ θερμότερα ἀφεὶς δάκρυα, οὐκέτι λοιπὸν ἐσίγα· ἑώρα γὰρ τὴν τοῦ βασιλέως ἀπολογίαν μείζονα ποιοῦσαν τὴν κατηγορίαν ἡμῶν· ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμολογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν 49.215 εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν. Κἂν κατασκάψῃς, κἂν ἐμπρήσῃς, κἂν ἀποκτείνῃς, κἂν ὁτιοῦν ἕτερον πράξῃς, οὐδέπω τὴν ἀξίαν ἡμᾶς ἀπῄτησας δίκην· φθάσαντες γὰρ ἡμεῖς ἑαυτοὺς μυρίων θανάτων χαλεπώτερα διεθήκαμεν. Τί γὰρ ἂν γένοιτο πικρότερον, ἀλλ' ἢ ὅταν τὸν εὐεργέτην καὶ οὕτω φιλοῦντα φανῶμεν ἀδίκως παροξύναντες, καὶ τοῦτο πᾶσα ἡ οἰκουμένη μανθάνῃ, καὶ τὴν ἐσχάτην ἡμῶν ἀγνωμοσύνην καταγινώσκῃ; Εἰ βάρβαροι τὴν πόλιν ἡμῶν καταδραμόντες κατέσκαψαν τὰ τείχη, καὶ τὰς οἰκίας ἐνέπρησαν, καὶ λαβόντες αἰχμαλώτους ἀπῆλθον, ἔλαττον ἦν τὸ δεινόν. Τί δήποτε; Ὅτι σοῦ ζῶντος, καὶ τοσαύτην ἐπιδεικνυμένου περὶ ἡμᾶς εὔνοιαν, ἐλπὶς ἦν ἐκεῖνα πάντα λυθήσεσθαι τὰ δεινὰ, καὶ πάλιν ἡμᾶς ἐπὶ τὸ πρότερον ἐπανήξειν σχῆμα, καὶ λαμπροτέραν ἀπολήψεσθαι τὴν ἐλευθερίαν· νῦν δὲ, τῆς σῆς εὐνοίας ἀφῃρημένης καὶ τοῦ φίλτρου σβεσθέντος, ὃ παντὸς τείχους ἦν ἡμῖν ἀσφαλέστερον, πρὸς τίνα λοιπὸν καταφευξόμεθα; ποῦ δυνησόμεθα ἰδεῖν ἑτέρωσε, τὸν γλυκὺν οὕτω δεσπότην καὶ πατέρα προσηνῆ παροργίσαντες; Ὥστε δοκοῦσι μὲν ἀφόρητα πεποιηκέναι· ἔπαθον δὲ πάντων δεινότερα, πρὸς οὐδένα ἀνθρώπων ἀντιβλέψαι τολμῶντες, οὐδὲ αὐτὸν ἰδεῖν δυνάμενοι τὸν ἥλιον ἐλευθέροις ὀφθαλμοῖς, τῆς αἰσχύνης πανταχοῦ καταστελλούσης τὰ βλέφαρα καὶ ἐγκαλύπτεσθαι καταναγκαζούσης· τῆς παῤῥησίας οὖν αὐτοῖς ἀνῃρημένης, πάντων αἰχμαλώτων ἀθλιώτερον διάκεινται νῦν, καὶ τὴν ἐσχάτην ὑπομένουσιν ἀτιμίαν, καὶ τὸ μέγεθος τῶν κακῶν ἐννοοῦντες, καὶ εἰς ὅσον ἀπεσκίρτησαν ὕβρεως, οὐδὲ ἀναπνεῖν δύνανται τοῦ δοκοῦντος ὑβρίσθαι σφοδροτέρους τοὺς τὴν οἰκουμένην οἰκοῦντας ἅπαντας ἀνθρώπους ἐπισπασάμενοι κατηγόρους. Ἀλλ' ἐὰν θέλῃς, ὦ βασιλεῦ, ἔστιν ἴασις τῷ τραύματι, καὶ φάρμακον τοῖς τοσούτοις κακοῖς. Πολλάκις καὶ ἐπὶ ἰδιωτῶν τοῦτο γέγονε· τὰ μεγάλα καὶ ἀφόρητα