1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Ad viduam juniorem

ΛΟΓΟΣ ΕΙΣ ΝΕΩΤΕΡΑΝ ΧΗΡΕΥΣΑΣΑΝ

Ὅτι μὲν χαλεπὴν ἔλαβες τὴν πληγὴν καὶ ἐν καιρίῳ τὸ πεμφθὲν καὶ ἄνωθεν ἐδέξω βέλος, ἅπαντες ἄν σοι συνομολογήσαιεν καὶ οὐδὲ τῶν σφόδρα φιλοσοφούντων οὐδεὶς ἀντερεῖ· ἐπειδὴ δὲ τοὺς πληττομένους οὐκ εἰς πένθος καὶ δάκρυα τὸν ἅπαντα χρόνον ἀναλίσκειν δεῖ, ἀλλὰ καὶ τῆς θεραπείας τῶν τραυμάτων πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὥστε μὴ παροφθέντα μείζονα τοῖς δάκρυσι παρασχεῖν τὴν πληγὴν καὶ τῆς ὀδύνης σφοδροτέραν τὴν φλόγα ἐργάσασθαι, καλὸν καὶ τῆς διὰ τῶν λόγων ἀνασχέσθαι παρακλήσεως καὶ τοὺς κρουνοὺς μικρὸν ἀνασχοῦσαν τῶν δακρύων χρόνον γοῦν βραχὺν καὶ τοῖς παραμυθεῖσθαί σε ἐπιχειροῦσι παρασχεῖν σεαυτήν. ∆ιὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς οὐ παρ' αὐτὴν τοῦ πένθους τὴν ἀκμήν, οὐδ' ἅμα τῷ κατενεχθῆναι τὸν σκηπτὸν ἠνωχλήσαμεν· ἀλλ' ἀναμείναντες τὸν ἐν μέσῳ τουτονὶ χρόνον καὶ συγχωρήσαντες ἐμπλησθῆναί σε τῶν ὀδυρμῶν, ὅτε λοιπὸν καὶ διαβλέψαι μικρὸν ἀπὸ τῆς ἀχλύος ἐκείνης καὶ τὰς ἀκοὰς παρανοῖξαι δεδύνησαι τοῖς πειρωμένοις, τότε καὶ αὐτοὶ μετὰ τοὺς τῶν θεραπαινίδων λόγους καὶ τὰ παρ' ἑαυτῶν προστεθείκαμεν. Ἔτι μὲν γὰρ τοῦ χειμῶνος ὄντος σφοδροῦ καὶ πολλοῦ τοῦ πένθους πνέοντος, ὁ παρακαλῶν ἀποσχέσθαι τῆς λύπης πλέον ἂν παρώξυνε πρὸς τὰς οἰμωγὰς καὶ τὸ μισηθῆναι κερδάνας μόνον ὕλην ἂν πολλὴν τοῖς τοιούτοις λόγοις παρέσχε τῷ πυρὶ μετὰ τοῦ καὶ ἐχθροῦ καὶ ἀνοήτου δόξαν λαβεῖν· ἐπειδὴ δὲ λοιπὸν ἤρξατο λήγειν ἡ ζάλη καὶ τὸ τῶν κυμάτων ἄγριον κατεστόρεσεν ὁ Θεός, εὐκόλως τοῦ λόγου τὰ ἱστία ἀναπετάσομεν. Ἐν συμμέτρῳ μὲν γὰρ χειμῶνι δυνήσεται ἴσως ἡ τέχνη ποιῆσαι τὸ ἑαυτῆς· ὅταν δὲ ἄμαχος ᾖ τῶν πνευμάτων ἡ προσβολή, τῆς ἐμπειρίας ὄφελος οὐδέν. ∆ιὰ ταῦτα πάντα τὸν ἔμπροσθεν χρόνον σιγήσαντες μόλις καὶ νῦν ἐπεχειρήσαμεν ῥῆξαι φωνήν, ἐπειδὴ παρὰ τοῦ θείου ἠκούσαμεν τοῦ σοῦ ὅτι λοιπὸν χρὴ θαρρεῖν· καὶ γὰρ καὶ τῶν θεραπαινίδων τὰς ἐν τιμῇ κατατολμᾶν ὑπὲρ τούτων μακροὺς ἀποτείνειν λόγους, τάς τε ἔξωθεν γυναῖκας, καὶ τὰς γένει προσηκούσας καὶ τὰς ἄλλως πως ἐπιτηδείως ἐχούσας.

Ὅτι δὲ τοὺς παρ' ἐκείνων δεχομένη λόγους οὐκ ἀτιμάσεις τοὺς παρ' ἡμῶν, ἀλλὰ καὶ ἡσυχίαν καὶ ἀταραξίαν παρέξεις αὐτοῖς κατὰ δύναμιν, σφόδρα θαρροῦμεν καὶ πεπιστεύκαμεν. Καὶ ἄλλως μὲν οὖν τὸ γυναικεῖον γένος ἐπιρρεπέστερόν πώς ἐστι πρὸς συμπάθειαν· ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸν ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλασίονα γίνεται τὰ δεινά, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχῃ ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον. Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς πάντα δυναμένης χειρός, τῆς συνέσεως ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως. «Αὐτὸς γὰρ πέπαικεν ἡμᾶς, φησί, καὶ ἰάσεται ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς καὶ ὑγιάσει ἡμᾶς.» Ἕως μὲν γάρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἷα παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν· ἐπειδὴ δὲ ἐκεῖνον ἔλαβε πρὸς ἑαυτὸν ὁ Θεός, ἀντ' ἐκείνου σοι γέγονεν αὐτός. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου προφήτου ∆αυΐδ· φησὶ γάρ· «Ὀρφανὸν καὶ χήραν ἀναλήψεται.» Καὶ πάλιν αὐτὸν πατέρα καλεῖ τῶν