1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

ἔρριψεν· οὕτως ἅπαντες ἦσαν ἐμμανεῖς πρὸς τὴν τοῦ χαλεποῦ τούτου κτῆσιν θηρίου. Μὴ δὴ δακρύωμεν ὅτι ἡμᾶς ὁ Θεὸς ταύτης τῆς τυραννίδος ἀπήλλαξε τῆς αἰσχρᾶς καὶ καταγελάστου καὶ πολλὰ ἐχούσης ὀνείδη· ὄνομα γὰρ ἔχει μόνον λαμπρόν, ἐν δὲ τοῖς ἔργοις τἀναντία τῇ προσηγορίᾳ τοὺς ἔχοντας αὐτὴν διατίθησι, καὶ οὐκ ἔστιν οὐδεὶς ὁ μὴ καταγελῶν τοῦ πρὸς δόξαν τι πράττοντος. Μόνος γὰρ ἐκεῖνος περίβλεπτος καὶ ἐπίδοξος γενέσθαι δυνήσεται ὁ μὴ πρὸς τοῦτο ὁρῶν· ὁ δὲ μεγάλην δόξαν τιθέμενος τὴν παρὰ τῶν πολλῶν καὶ πάντα ὑπὲρ τοῦ ταύτης τυχεῖν ὑπομένων καὶ ποιῶν, οὗτος μάλιστα αὐτῆς ἀποτεύξεται καὶ ἀποπεσεῖται καὶ τῶν ἐναντίων ἀπολαύσεται πάντων, γέλωτος καὶ κατηγορίας, σκωμμάτων καὶ ἀπεχθείας καὶ μίσους. Οὐκ ἐπὶ τῶν ἀνδρῶν δὲ μόνον τοῦτο συμβαίνειν εἴωθεν, ἀλλὰ καὶ ἐπὶ ὑμῶν τῶν γυναικῶν, καὶ μάλιστά γε ἐφ' ὑμῶν. Τὴν μὲν γὰρ ἄπλαστον καὶ ἐν σχήματι καὶ ἐν βαδίσει καὶ ἐν ἱματίοις καὶ παρὰ μηδενὸς ἐπιζητοῦσαν τιμὴν θαυμάζουσιν ἅπασαι καὶ ἐκπλήττονται καὶ μακαρίζουσι καὶ πάντα αὐτῇ συνεύχονται τὰ καλά· τὴν δὲ κενόδοξον ἀποστρέφονται καὶ μισοῦσι, καὶ ὥσπερ τι θηρίον ἄγριον φεύγουσι καὶ μυρίαις ἀραῖς τε καὶ λοιδορίαις βάλλουσιν.

Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ μὴ προσίεσθαι τὴν παρὰ τῶν πολλῶν δόξαν διαφεύγομεν τὰ κακά, ἀλλὰ καὶ τὰ μέγιστα πάντων κερδανοῦμεν πρὸς τοῖς εἰρημένοις, παιδευόμενοι κατὰ μικρὸν ἀνιέναι καὶ πέτασθαι πρὸς τὸν οὐρανὸν καὶ πάντων καταφρονεῖν τῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ μὴ δεόμενος τῆς παρὰ τῶν ἀνθρώπων τιμῆς, ἅπερ ἂν πράττῃ καλά, ταῦτα μετὰ ἀσφαλείας ἅπαντα πράξει, καὶ οὔτε ἐπὶ τῶν λυπηρῶν, οὔτε ἐπὶ τῶν χρηστῶν τοῦ βίου τούτου πείσεταί τι δεινόν. Οὔτε γὰρ ταῦτα αὐτὸν βαπτίσαι καὶ καθελεῖν, οὔτε ἐκεῖνα ἐξογκῶσαι καὶ φυσῆσαι δύναται, ἀλλ' ἐν πράγμασιν εὐμεταπτώτοις καὶ τεταραγμένοις αὐτὸς μένει πάσης ἐκτὸς ὢν μεταβολῆς· ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόως ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης ἣν θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς. Εἰ δὲ ἀσφάλειαν ποθεῖς τὴν δι' ἐκεῖνόν σοι γεγενημένην καὶ τὴν τῶν πραγμάτων φυλακήν, καὶ τὸ παρὰ μηδενὸς ἐπιβουλεύεσθαι τῶν ταῖς ἀλλοτρίαις ἐπιπηδώντων συμφοραῖς, «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.» «Ἐμβλέψατε γάρ, φησίν, εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε τίς ἤλπισεν ἐπὶ Κύριον καὶ κατῃσχύνθη, ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν, ἢ τίς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἐγκατέλιπεν αὐτόν.» Ὁ γὰρ τὴν συμφορὰν τὴν οὕτως ἀφόρητον παρενεγκὼν καὶ ποιήσας εἶναι ἐν γαλήνῃ νῦν, οὗτος καὶ τὰ ἐπερχόμενα ἀποκρούσεται· ὅτι γὰρ ταύτης τῆς πληγῆς οὐδεμίαν ἑτέραν χαλεπωτέραν λήψῃ λοιπόν, καὶ αὐτὴ συνομολογήσαις ἡμῖν. Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσὶ καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχόμενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως. Τὸν γὰρ οὐρανὸν ζήτει καὶ πάντα τὰ πρὸς τὴν ἐκεῖ φέροντα ζωήν, καὶ οὐδὲν τῶν ἐνταῦθα βλάψαι δυνήσεταί σε, οὐδὲ ὁ τοῦ σκότους κοσμοκράτωρ αὐτός, μόνον μὴ ἑαυτοὺς καταβλάψωμεν ἡμεῖς. Κἂν γὰρ τὴν οὐσίαν τις ἀφέληται, κἂν κατατέμῃ τὸ σῶμα, τούτων οὐδὲν πρὸς ἡμᾶς ὑγιοῦς μενούσης ἡμῖν τῆς ψυχῆς. Ὅλως δὲ εἰ βούλει καὶ τὰ χρήματά σοι μένειν ἐν ἀσφαλείᾳ καὶ αὔξεσθαι πάλιν, ἐγώ σοι καὶ τὸν τρόπον ὑποδείξω καὶ τὸν τόπον, ἔνθα οὐδενὶ τῶν ἐπιβουλευόντων θέμις εἰσελθεῖν. Τίς οὖν ἐστιν ὁ τόπος; Ὁ οὐρανός. Ἀπόστειλον αὐτὰ πρὸς τὸν καλὸν ἐκεῖνον ἄνδρα, καὶ οὔτε κλέπτης, οὔτε ἐπίβουλος, οὔτε ἄλλο τι τῶν λυμαινομένων αὐτοῖς ἐπιπηδῆσαι δυνήσεται. Ἂν ἐκεῖ κατορύξῃς ταῦτα τὰ χρήματα, πολὺν εὑρήσεις τὸν ἀπὸ τούτων καρπόν. Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα παρ' ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φορὰν καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐρριζωμένων αὐτῶν. Κἂν τοῦτο πράξῃς, ὅρα ποίων ἀπολαύσῃ καλῶν· πρῶτον μὲν