1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

4

ἐσταύρωσαν, τοῦ Πνεύματος τὴν βοήθειαν ἀπεκρούσαντο, τίς οὐκ ἂν θαῤῥῶν ἀποφήνηται, τῶν δαιμόνων καταγώγιον εἶναι τὸν τόπον; Οὐ προσκυνεῖται Θεὸς ἐκεῖ, μὴ γένοιτο· ἀλλ' εἰδωλολατρείας ἐκεῖνο τὸ χωρίον λοιπόν ἐστιν· ἀλλ' ὅμως τινὲς ὡς σεμνοῖς ἐκείνοις τοῖς τόποις προσέχουσι. Καὶ ταῦτα οὐχὶ στοχαζόμενος λέγω, ἀλλ' αὐτῇ τῇ πείρᾳ μαθών. Καὶ γὰρ πρὸ τούτων τῶν τριῶν ἡμερῶν πιστεύσατε, οὐ ψεύδομαι γυναῖκά τινα εὐσχήμονα καὶ ἐλευθέραν, κοσμίαν καὶ πιστὴν, εἶδον ἀναγκαζομένην ὑπό τινος μιαροῦ καὶ ἀναισθήτου, δοκοῦντος εἶναι Χριστιανοῦ οὐ γὰρ ἂν εἴποιμι τὸν τὰ τοιαῦτα τολμῶντα Χριστιανὸν εἰλικρινῆ, εἰς τὰ τῶν Ἑβραίων εἰσελθεῖν, κἀκεῖ παρασχεῖν ὅρκον περὶ τῶν ἀμφισβητουμένων αὐτῷ πραγμάτων· ὡς δὲ προσελθοῦσα ἡ γυνὴ πρὸς συμμαχίαν ἐκάλει, καὶ τὴν ἄνομον βίαν κωλῦσαι ἠξίου οὐ γὰρ εἶναι θεμιτὸν αὐτῇ τῶν θείων μετασχούσῃ μυστηρίων, πρὸς ἐκεῖνον τὸν τόπον ἐλθεῖν, ἐμπρησθεὶς οὖν ὑπὸ ζήλου, καὶ πυρωθεὶς, καὶ διαναστὰς, ταύτην μὲν οὐκ εἴασα λοιπὸν ἐπὶ τὴν παρανομίαν ἑλκυσθῆναι ἐκείνην, ἐξήρπασα δὲ τῆς ἀδίκου ταύτης ἀπαγωγῆς. Ἐπεὶ δὲ τὸν ἕλκοντα ἠρόμην εἰ Χριστιανὸς εἴη, κἀκεῖνος ὡμολόγησεν, ἐπεκείμην σφοδρῶς, ἀναισθησίαν ἐγκαλῶν καὶ τὴν ἐσχάτην ἄνοιαν, καὶ ὄνων οὐδὲν ἄμεινον διακεῖσθαι ἔλεγον, εἰ τὸν Χριστὸν λέγων προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά· καὶ μακρὸν κατέτεινα πρὸς αὐτὸν λόγον, πρῶτον μὲν, ὅτι οὐ θέμις ὅλως ὀμνύναι, οὐδὲ ἀνάγκην ἐπάγειν ὅρκων, διδάσκων ἀπὸ τῶν θείων Εὐαγγελίων· ἔπειτα, 48.848 ὅτι οὐ μόνον οὐχὶ πιστὴν καὶ μεμυημένην, ἀλλ' οὐδὲ ἀμύητόν τινα πρὸς ταύτην ἕλκειν ἐχρῆν τὴν ἀνάγκην. Ὡς δὲ ἐξέβαλον διὰ πολλῶν καὶ μακρῶν λόγων τὴν πεπλανημένην ὑπόνοιαν τῆς ἐκείνου ψυχῆς, ἠρώτων τὴν αἰτίαν, δι' ἣν τὴν Ἐκκλησίαν ἀφεὶς, ἐπὶ τὰ τῶν Ἑβραίων εἷλκε συνέδρια. Ὁ δὲ πολλοὺς ἔφη πρὸς αὐτὸν εἰρηκέναι, φοβερωτέρους τοὺς ἐκεῖ γινομένους ὅρκους εἶναι. Ἐπὶ τούτοις ἐστέναξα, καὶ ἐνεπρήσθην ὑπὸ θυμοῦ, καὶ μετὰ ταῦτα ἐγέλων πάλιν. Τὴν μὲν γὰρ τοῦ διαβόλου κακουργίαν ὁρῶν, ἐστέναζον, οἷα τοὺς ἀνθρώπους ἀναπείθειν ἴσχυσε· τὴν δὲ ῥᾳθυμίαν τῶν ἀπατωμένων λογιζόμενος, ἐνεπιμπράμην ὑπὸ τοῦ θυμοῦ· καὶ τὴν ἄνοιαν πάλιν τῶν ἀπατηθέντων ὅση καὶ ἡλίκη τις ἦν σκοπῶν, ἐγέλων. Ταῦτα δὲ εἶπον πρὸς ὑμᾶς καὶ διηγησάμην, ἐπειδὴ πρὸς τοὺς τὰ τοιαῦτα καὶ ποιοῦντας καὶ πάσχοντας ἀπανθρώπως καὶ ἀναλγήτως διάκεισθε· κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει; τίς δέ μοι κοινὸς πρὸς ἐκεῖνόν ἐστι λόγος; ἐσχάτης μισανθρωπίας καὶ Σατανικῆς ὠμότητος φθεγγόμενοι ῥήματα. Τί λέγεις; ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς κοινωνῶν φύσεως, μᾶλλον δὲ, εἰ δεῖ φύσεως κοινωνίαν εἰπεῖν, κεφαλὴν μίαν ἔχων τὸν Χριστὸν, τολμᾷς εἰπεῖν, ὅτι οὐδέν σοι κοινόν ἐστι πρὸς τὰ μέλη τὰ σά; Πῶς οὖν τὸν Χριστὸν ὁμολογεῖς σὺ κεφαλὴν εἶναι τῆς Ἐκκλησίας; καὶ γὰρ ἡ κεφαλὴ πάντα τὰ μέλη συνάπτειν πέφυκε, καὶ πρὸς ἑαυτὰ μετὰ ἀκριβείας ἐπιστρέφειν τε καὶ συνδεῖν. Εἰ δὲ μηδὲν κοινὸν ἔχεις πρὸς τὸ μέλος σου, οὐδὲ πρὸς τὸν ἀδελφόν σου ἔχεις τι κοινὸν, οὐδὲ κεφαλὴν ἔχεις τὸν Χριστόν. Ὡς παιδία μικρὰ φοβοῦσιν ὑμᾶς Ἰουδαῖοι, καὶ οὐκ αἰσθάνεσθε. Καθάπερ γὰρ τοῖς παιδίοις ἐκείνοις προσωπεῖα δεικνύντες φοβερὰ καὶ καταγέλαστα τῶν μιαρῶν οἰκετῶν πολλοὶ οὐ γάρ ἐστι φύσει φοβερὰ, ἀλλὰ διὰ τὸ εὐτελὲς τῆς διανοίας τοιαῦτα φαίνεται πολὺν κινοῦσι γέλωτα· οὕτω δὴ καὶ τοὺς ἀτελεστέρους τῶν Χριστιανῶν μορμολύττονται Ἰουδαῖοι. Πῶς γὰρ τὰ παρ' αὐτοῖς φοβερὰ, τὰ πολλῆς αἰσχύνης καὶ γέλωτος γέμοντα, τὰ τῶν προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;

δʹ. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ὄντως φοβερὰ καὶ φρίκης ἀνάμεστα. Ἔνθα γὰρ Θεός ἐστι ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχων, οὗτος φοβερὸς ὁ τόπος· ἔνθα μυρίοι περὶ κολάσεων ἀθανάτων λόγοι, περὶ τῶν πυρίνων ποταμῶν, περὶ τοῦ