1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

10

ἐνυπνιαζομένου τὸ ἐνύπνιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐάν τις ἀναστῇ προφήτης, φησὶ, καὶ ποιήσῃ σημεῖον, ἢ νεκρὸν ἐγείρῃ, ἢ λεπρὸν καθάρῃ, ἢ πηρὸν ἰάσηται, καὶ μετὰ τὸ ποιῆσαι τὸ σημεῖον, καλέσῃ σε εἰς ἀσέβειαν, μὴ πεισθῇς διὰ τὴν ἔκβασιν τοῦ σημείου. ∆ιὰ τί; Πειράζει γάρ σε Κύριος ὁ Θεός σου ἰδεῖν, εἰ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης τῆς καρδίας 48.855 σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. Ὅθεν δῆλον, ὅτι δαίμονες οὐ θεραπεύουσιν. Εἰ δέ ποτε καὶ συγχωροῦντος τοῦ Θεοῦ ἐπιτύχοιέν τινος θεραπείας, καθάπερ ἄνθρωποι, εἰς δοκιμὴν τὴν σὴν ἡ συγχώρησις γίνεται, οὐκ ἐπειδὴ Θεὸς ἀγνοεῖ, ἀλλ' ἵνα σὺ παιδευθῇς, μηδὲ θεραπευόντων ἀνέχεσθαι τῶν δαιμόνων. Καὶ τί λέγω θεραπείαν σώματος; Εἴ τίς σοι γέενναν ἀπειλεῖ, ὥστε ἀρνήσασθαι τὸν Χριστὸν, μὴ καταδέξῃ· εἴ τις βασιλείαν ἐπαγγέλλοιτο, ὥστε ἀποστῆναι ἀπὸ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀποστράφηθι καὶ μίσησον, καὶ γενοῦ Παύλου μαθητὴς, καὶ ζήλωσον τὰς φωνὰς ἐκείνας, ἃς ἡ μακαρία καὶ γενναία ἀνεβόησε ψυχή. Πέπεισμαι γὰρ, φησὶν, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐκεῖνον οὐκ ἄγγελοι, οὐ δυνάμεις, οὐκ ἐνεστῶτα, οὐ μέλλοντα, οὐ κτίσις ἑτέρα χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ σὲ σώματος θεραπεία ἀφίστησι; καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; Καὶ γὰρ καὶ γεέννης φοβερώτερον ἡμῖν τὸν Χριστὸν εἶναι δεῖ, καὶ βασιλείας ποθεινότερον· κἂν νοσήσωμεν, βέλτιον ἐν ταῖς ἀῤῥωστίαις μεῖναι, ἢ διὰ τὴν ἀπαλλαγὴν τῆς ἀσθενείας εἰς ἀσέβειαν καταπεσεῖν· κἂν γὰρ θεραπεύσῃ δαίμων, μεῖζον κατέβλαψεν ἢ ὠφέλησεν. Ὠφέλησε μὲν γὰρ τὸ σῶμα, τὸ πάντως ἀποθανούμενον μικρὸν ὕστερον καὶ σήπεσθαι μέλλον, κατέβλαψε δὲ τὴν ψυχὴν τὴν ἀθάνατον. Καὶ καθάπερ οἱ ἀνδραποδισταὶ τραγήματα καὶ πλακοῦντας καὶ ἀστραγάλους καὶ ἕτερά τινα τοιαῦτα πολλάκις τοῖς μικροῖς προτεινόμενοι παιδίοις καὶ δελεάζοντες, τῆς ἐλευθερίας αὐτὰ καὶ τῆς ζωῆς ἀποστεροῦσιν αὐτῆς· οὕτω δὴ καὶ οἱ δαίμονες, μέλους ὑπισχνούμενοι θεραπείαν, ὅλην τῆς ψυχῆς καταποντίζουσι τὴν σωτηρίαν. Ἀλλ' ἡμεῖς μὴ ἀνεχώμεθα, ἀγαπητοὶ, ἀλλ' ἐκ παντὸς τρόπου ζητῶμεν ἀσεβείας ἀπαλλαγήν. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Ἰὼβ τῇ γυναικὶ πεισθεὶς βλασφημῆσαι εἰς τὸν Θεὸν, καὶ ἀπαλλαγῆναι τῆς ἐπικειμένης συμφορᾶς; Εἰπὲ γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλ' εἵλετο μᾶλλον ὀδυνᾶσθαι καὶ τήκεσθαι, καὶ τὴν ἀφόρητον ἐκείνην πληγὴν ἐνεγκεῖν, ἢ βλασφημήσας ἀπηλλάχθαι τῶν ἐπικειμένων κακῶν. Τοῦτον καὶ σὺ ζήλωσον· κἂν μυρίας ὁ δαίμων ἐπαγγείληται τῶν ἐπικειμένων σοι λύσεις κακῶν, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, καθάπερ ὁ δίκαιος οὐκ ἐπείσθη τῇ γυναικί· ἀλλ' ἑλοῦ μᾶλλον ἐγκαρτερῆσαι τῷ νοσήματι, ἢ τὴν πίστιν καὶ τὴν σωτηρίαν τῆς σῆς ἀπολέσαι ψυχῆς. Οὐ γὰρ ἐγκαταλιμπάνων σε ὁ Θεὸς, ἀλλὰ λαμπρότερον ποιῆσαι βουλόμενος, ἀφίησι ταῖς ἀῤῥωστίαις ἐμπεσεῖν πολλάκις. Μένε τοίνυν καρτερῶν, ἵνα καὶ σὺ ἀκούσῃς, Μὴ ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; θʹ. Ἐνῆν μὲν οὖν καὶ τούτων πλείω εἰπεῖν, ἀλλ' ὥστε μὴ τῶν εἰρημένων τὴν μνήμην λυμήνασθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, τὰ τοῦ Μωσέως ῥήματα εἰπών· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἐάν τις ἢ τῶν παρόντων ὑμῶν, ἢ τῶν ἀπόντων, πρὸς τὴν θεωρίαν ἀπέλθῃ τῶν σαλπίγγων, ἢ εἰς τὴν συναγωγὴν ἀπαντήσῃ, ἢ εἰς τὰ Ματρώνης ἀνέλθῃ, ἢ νηστείᾳ κοινωνήσῃ, ἢ σαββάτων μετάσχῃ, ἢ ἄλλο τι μικρὸν ἢ μέγα Ἰουδαϊκὸν ἔθος ἐπιτελέσῃ, καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ὑμῶν πάντων. Οὗτοι οἱ λόγοι παραστήσονται ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐμοὶ καὶ ὑμῖν, κἂν μὲν πεισθῆτε, πολλὴν ὑμῖν παρέξουσι τὴν παῤῥησίαν· ἂν δὲ παρ48.856 ακούσητε, ἤ τινας τῶν τὰ τοιαῦτα τολμώντων ἀποκρύψητε, ὥσπερ κατήγοροι σφοδροὶ ἀντικαταστήσονται ὑμῖν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ, ἀλλὰ καὶ κατέβαλον τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. Ὑμῶν ἐστι λοιπὸν πλεονάσαι τὸ