1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

13

ψήφῳ καὶ ἐξετάσει ποιήσας, ἑκὼν τῆς δωρεᾶς ἑαυτὸν ἐξέβαλε τῆς βασιλικῆς. Οὕτω καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονε. Σκοπεῖτε δέ· ἑάλω πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἐπὶ τοῖς αἰσχίστοις κακοῖς· Πάντες γὰρ ἥμαρτον, φησί· καὶ ὥσπερ ἐν δεσμωτηρίῳ, τῇ κατάρᾳ τῆς παρανομίας ἦσαν συγκεκλεισμένοι· ἔμελλεν ἀπόφασις κατ' αὐτῶν φέρεσθαι ψήφου· ἦλθεν ἐπιστολὴ βασιλέως ἐκ τῶν οὐρανῶν, μᾶλλον δὲ αὐτὸς ὁ βασιλεὺς ἦλθεν, ἄνευ ἐξετάσεως καὶ τοῦ τὰς εὐθύνας λαβεῖν, πάντας τῶν δεσμῶν τῆς ἁμαρτίας ἀφιείς. βʹ. Οἱ μὲν οὖν προσδραμόντες ἅπαντες ἀπολαύουσι τῆς δωρεᾶς, σωζόμενοι χάριτι· οἱ δὲ ἀπὸ νόμου δικαιοῦσθαι θέλοντες, καὶ τῆς χάριτος ἐκπεσοῦνται. Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς, οἴκοθεν φιλονεικοῦντες σωθῆναι, καὶ τὴν ἐκ τοῦ νόμου κατάραν καθ' ἑαυτῶν ἐπισπάσονται, διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. ∆ιὰ τοῦτο λέγει· Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὁ γὰρ ἐξ ἔργων νομικῶν σωθῆναι φιλονεικῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὴν χάριν. Ὅπερ οὖν καὶ αὐτὸ Παῦλος αἰνιττόμενος ἔλεγεν· Εἰ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκ ἔστι χάρις· εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις, ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Καὶ πάλιν· Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Καὶ πάλιν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἐθανατώθης τῷ νόμῳ, νεκρὸς γέγονας, οὐκέτι λοιπὸν ἐπὶ τὸν ζυγὸν, οὐδὲ ὑπὸ τὴν ἀνάγκην εἶ τὴν ἐκείνου. Τί τοίνυν φιλονεικεῖς σαυτῷ πράγματα παρέχειν εἰκῆ καὶ μάτην; Ἀλλὰ γὰρ καὶ 48.859 τίνος ἕνεκεν τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν ὁ Παῦλος ἐνταῦθα, καὶ οὐκ εἶπεν ἁπλῶς· Ἴδε ἐγὼ λέγω ὑμῖν; Ἀναμνῆσαι βουλόμενος αὐτοὺς τῆς σπουδῆς ἧς περὶ τὸν ἰουδαϊσμὸν ἐπεδείξατο. Εἰ μὲν γὰρ ἤμην, φησὶν, ἐξ ἐθνῶν, καὶ ἀγνοῶν τὰ Ἰουδαϊκὰ, ἴσως ἄν τις εἶπεν ὅτι διὰ τὸ μὴ μετεσχηκέναι με τῆς πολιτείας ἐκείνης, ἀγνοῶν τῆς περιτομῆς τὴν ἰσχὺν, ἐκβάλλω τῶν τῆς Ἐκκλησίας δογμάτων αὐτήν. ∆ιὰ τοῦτο τὸ ὄνομα αὐτοῦ τέθεικεν, εἰς μνήμην ἄγων αὐτοὺς ὧν ἐποίησεν ὑπὲρ τοῦ νόμου· μονονουχὶ λέγων· Οὐκ ἀπεχθείᾳ τῆς περιτομῆς τοῦτο ποιῶ, ἀλλ' ἐν ἐπιγνώσει τῆς ἀληθείας. Ἐγὼ Παῦλος τοῦτο λέγω, Παῦλος ἐκεῖνος ὁ ἐν περιτομῇ ὀκταήμερος, ὁ ἐκ γένους Ἰσραηλίτης, Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ φυλῆς Βενιαμὶν, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, ὁ εἰσπορευόμενος εἰς τὰς οἰκίας καὶ σύρων ἄνδρας καὶ γυναῖκας, καὶ παραδιδοὺς εἰς φυλακήν· ἅπερ ἅπαντα καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι δύναιτ' ἂν, ὡς οὐκ ἔχθρᾳ τινὶ, οὐδὲ ἀγνοίᾳ τῶν Ἰουδαϊκῶν, ἀλλ' ἐπιγνώσει τῆς ἀληθείας τῆς ὑπερεχούσης τοῦ Χριστοῦ, τοῦτον τέθεικα τὸν νόμον. Μαρτύρομαι δὲ πάλιν, φησὶ, παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. ∆ιὰ τί οὐκ εἶπε· Παραγγέλλω δὲ, ἢ ἐντέλλομαι δὲ, ἢ λέγω δὲ, ἀλλὰ, Μαρτύρομαι; Ἵνα διὰ τοῦ ῥήματος τούτου τοῦ δικαστηρίου τοῦ μέλλοντος ἡμᾶς ἀναμνήσῃ· ὅπου γὰρ μάρτυρες, ἐκεῖ δικαστήριον καὶ ψῆφος. Φοβεῖ τοίνυν τὸν ἀκροατὴν, ἀναμιμνήσκων τοῦ βασιλικοῦ θρόνου, καὶ δεικνὺς ὅτι οὗτοι οἱ λόγοι μάρτυρες ἔσονται αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἕκαστος τῶν ἑαυτῷ πεπραγμένων, καὶ ὧν εἶπε καὶ ὧν ἤκουσεν, ὑπέχῃ λόγον. Ταῦτα ἤκουον μὲν τότε Γαλάται, ἀκουέτωσαν δὲ καὶ νῦν οἱ τὰ Γαλατῶν νοσοῦντες, εἰ καὶ μὴ πάρεισιν· ἀλλὰ δι' ὑμῶν ἀκουέτωσαν βοῶντος Παύλου καὶ λέγοντος· Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Μὴ γάρ μοι εἴπῃς ὅτι μία ἐντολή ἐστιν ἡ περιτομή· ἡ μία ἐντολὴ ἐκείνη ὁλόκληρον ἐπιτίθησί σοι τοῦ νόμου τὸν ζυγόν. Ὅταν γὰρ διὰ τοῦ μέρους εἰσάγῃς σαυτὸν εἰς τὴν τοῦ νόμου δεσποτείαν, ἀνάγκη καὶ τὰ λοιπὰ πείθεσθαι ἐπιτάττοντι· μὴ πληροῦντα δὲ ἀνάγκη πᾶσα κολάζεσθαι καὶ τὴν ἀρὰν ἕλκειν. Καὶ καθάπερ εἰς παγίδα ἐμπεσόντος στρουθοῦ, κἂν ὁ ποῦς κατέχηται μόνον, καὶ τὸ λοιπὸν ἅπαν ἑάλω σῶμα· οὕτω καὶ ὁ μίαν ἐντολὴν τοῦ νόμου πληρῶν, κἂν περιτομὴν, κἂν νηστείαν, ἅπασαν ἑαυτοῦ τὴν ἐξουσίαν διὰ τῆς μιᾶς ταύτης τῷ νόμῳ παρέδωκε, καὶ